οἱ δὲ πρὸς μὲν τὴν ἀπόκρισιν οὐδὲν ἀντεῖπον , ξυνέδρους δὲ σφίσιν ἐκέλευον ἑλέσθαι οἵτινες λέγοντες καὶ ἀκούοντες περὶ ἑκάστου ξυμβήσονται κατὰ ἡσυχίαν ὅτι ἂν πείθωσιν ἀλλήλους . Κλέων
δὲ ἐνταῦθα δὴ πολὺς ἐνέκειτο , λέγων γιγνώσκειν μὲν καὶ πρότερον οὐδὲν ἐν νῷ ἔχοντας δίκαιον αὐτούς , σαφὲς δ’ εἶναι καὶ νῦν , οἵτινες τῷ μὲν πλήθει οὐδὲν ἐθέλουσιν εἰπεῖν , ὀλίγοις δὲ ἀνδράσι ξύνεδροι βούλονται γίγνεσθαι · ἀλλὰ εἴ τι ὑγιὲς διανοοῦνται , λέγειν ἐκέλευσεν ἅπασιν . ὁρῶντες
δὲ οἱ Λακεδαιμόνιοι οὔτε σφίσιν οἷόν τε ὂν ἐν πλήθει εἰπεῖν , εἴ τι καὶ ὑπὸ τῆς ξυμφορᾶς ἐδόκει αὐτοῖς ξυγχωρεῖν , μὴ ἐς τοὺς ξυμμάχους διαβληθῶσιν εἰπόντες καὶ οὐ τυχόντες , οὔτε τοὺς Ἀθηναίους ἐπὶ μετρίοις ποιήσοντας ἃ προυκαλοῦντο , ἀνεχώρησαν ἐκ τῶν Ἀθηνῶν ἄπρακτοι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.