ὁ δὲ Λέων καὶ ὁ Διομέδων ἐν τῷ αὐτῷ χειμῶνι ἀφιγμένοι ἤδη ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς ἐπίπλουν τῇ Ῥόδῳ ἐποιήσαντο . καὶ τὰς μὲν ναῦς καταλαμβάνουσιν ἀνειλκυσμένας τῶν Πελοποννησίων , ἐς δὲ τὴν γῆν ἀπόβασίν τινα ποιησάμενοι καὶ τοὺς προσβοηθήσαντας Ῥοδίων νικήσαντες μάχῃ ἀπεχώρησαν ἐς τὴν Χάλκην , καὶ τὸν πόλεμον ἐντεῦθεν μᾶλλον 〈ἢ〉 ἐκ τῆς Κῶ ἐποιοῦντο · εὐφυλακτότερα γὰρ αὐτοῖς ἐγίγνετο , εἴ ποι ἀπαίροι τὸ τῶν Πελοποννησίων ναυτικόν .
ἦλθε δ’ ἐς τὴν Ῥόδον καὶ Ξενοφαντίδας Λάκων παρὰ Πεδαρίτου ἐκ Χίου , λέγων ὅτι τὸ τεῖχος τῶν Ἀθηναίων ἤδη ἐπιτετέλεσται , καὶ εἰ μὴ βοηθήσουσι πάσαις ταῖς ναυσίν , ἀπολεῖται τὰ ἐν Χίῳ πράγματα . οἱ δὲ διενοοῦντο βοηθήσειν .
ἐν τούτῳ δὲ ὁ Πεδάριτος αὐτός τε καὶ τὸ περὶ αὑτὸν ἐπικουρικὸν ἔχων καὶ τοὺς Χίους πανστρατιᾷ προσβαλὼν τῶν Ἀθηναίων τῷ περὶ τὰς ναῦς ἐρύματι αἱρεῖ τέ τι αὐτοῦ καὶ νεῶν τινῶν ἀνειλκυσμένων ἐκράτησεν · ἐπεκβοηθησάντων δὲ τῶν Ἀθηναίων καὶ τρεψαμένων τοὺς Χίους πρώτους νικᾶται καὶ τὸ ἄλλο τὸ περὶ τὸν Πεδάριτον , καὶ αὐτὸς ἀποθνῄσκει καὶ τῶν Χίων πολλοὶ καὶ ὅπλα ἐλήφθη πολλά .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.