‘ταύτας οὖν ἃς οἱ πατέρες τε ἡμῖν παρέδοσαν μελέτας καὶ αὐτοὶ διὰ παντὸς ὠφελούμενοι ἔχομεν μὴ παρῶμεν , μηδὲ ἐπειχθέντες ἐν βραχεῖ μορίῳ ἡμέρας περὶ πολλῶν σωμάτων καὶ χρημάτων καὶ πόλεων καὶ δόξης βουλεύσωμεν , ἀλλὰ καθ᾽ ἡσυχίαν . ἔξεστι δ’ ἡμῖν μᾶλλον ἑτέρων διὰ ἰσχύν .
καὶ πρὸς τοὺς Ἀθηναίους πέμπετε μὲν περὶ τῆς Ποτειδαίας , πέμπετε δὲ περὶ ὧν οἱ ξύμμαχοί φασιν ἀδικεῖσθαι , ἄλλως τε καὶ ἑτοίμων ὄντων αὐτῶν δίκας δοῦναι · ἐπὶ δὲ τὸν διδόντα οὐ πρότερον νόμιμον ὡς ἐπ’ ἀδικοῦντα ἰέναι . παρασκευάζεσθε δὲ τὸν πόλεμον ἅμα . ταῦτα γὰρ καὶ κράτιστα βουλεύσεσθε καὶ τοῖς ἐναντίοις φοβερώτατα . ’
καὶ ὁ μὲν Ἀρχίδαμος τοιαῦτα εἶπεν · παρελθὼν δὲ Σθενελαΐδας τελευταῖος , εἷς τῶν ἐφόρων τότε ὤν , ἔλεξεν [τοῖς Λακεδαιμονίοις ] ὧδε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.