‘ἄπιστα μὲν ἴσως , ὥσπερ καὶ ἄλλοι τινές , δόξω ὑμῖν περὶ τοῦ ἐπίπλου τῆς ἀληθείας λέγειν , καὶ γιγνώσκω ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι ἢ λέγοντες ἢ ἀπαγγέλλοντες οὐ μόνον οὐ πείθουσιν , ἀλλὰ καὶ ἄφρονες δοκοῦσιν εἶναι · ὅμως δὲ οὐ καταφοβηθεὶς ἐπισχήσω κινδυνευούσης τῆς πόλεως , πείθων γε ἐμαυτὸν σαφέστερόν τι ἑτέρου εἰδὼς λέγειν .
Ἀθηναῖοι γὰρ ἐφ’ ὑμᾶς , ὃ πάνυ θαυμάζετε , πολλῇ στρατιᾷ ὥρμηνται καὶ ναυτικῇ καὶ πεζῇ , πρόφασιν μὲν Ἐγεσταίων ξυμμαχίᾳ καὶ Λεοντίνων κατοικίσει , τὸ δὲ ἀληθὲς Σικελίας ἐπιθυμίᾳ , μάλιστα δὲ τῆς ἡμετέρας πόλεως , ἡγούμενοι , εἰ ταύτην σχοῖεν , ῥᾳδίως καὶ τἆλλα ἕξειν .
ὡς οὖν ἐν τάχει παρεσομένων , ὁρᾶτε ἀπὸ τῶν ὑπαρχόντων ὅτῳ τρόπῳ κάλλιστα ἀμυνεῖσθε αὐτούς , καὶ μήτε καταφρονήσαντες ἄφαρκτοι ληφθήσεσθε μήτε ἀπιστήσαντες τοῦ ξύμπαντος ἀμελήσετε .
εἰ δέ τῳ καὶ πιστά , τὴν τόλμαν αὐτῶν καὶ δύναμιν μὴ ἐκπλαγῇ . οὔτε γὰρ βλάπτειν ἡμᾶς πλείω οἷοί τ’ ἔσονται ἢ πάσχειν , οὔθ’ ὅτι μεγάλῳ στόλῳ ἐπέρχονται , ἀνωφελεῖς , ἀλλὰ πρός τε τοὺς ἄλλους Σικελιώτας πολὺ ἄμεινον (μᾶλλον γὰρ ἐθελήσουσιν ἐκπλαγέντες ἡμῖν ξυμμαχεῖν) , καὶ ἢν ἄρα ἢ κατεργασώμεθα αὐτοὺς ἢ ἀπράκτους ὧν ἐφίενται ἀπώσωμεν ( οὐ γὰρ δὴ μὴ τύχωσί γε ὧν προσδέχονται φοβοῦμαι) , κάλλιστον δὴ ἔργον ἡμῖν ξυμβήσεται , καὶ οὐκ ἀνέλπιστον ἔμοιγε .
ὀλίγοι γὰρ δὴ στόλοι μεγάλοι ἢ Ἑλλήνων ἢ βαρβάρων πολὺ ἀπὸ τῆς ἑαυτῶν ἀπάραντες κατώρθωσαν . οὔτε γὰρ πλείους τῶν ἐνοικούντων καὶ ἀστυγειτόνων ἔρχονται (πάντα γὰρ ὑπὸ δέους ξυνίσταται) , ἤν τε δι’ ἀπορίαν τῶν ἐπιτηδείων ἐν ἀλλοτρίᾳ γῇ σφαλῶσι , τοῖς ἐπιβουλευθεῖσιν ὄνομα , κἂν περὶ σφίσιν αὐτοῖς τὰ πλείω πταίσωσιν , ὅμως καταλείπουσιν .
ὅπερ καὶ Ἀθηναῖοι αὐτοὶ οὗτοι , τοῦ Μήδου παρὰ λόγον πολλὰ σφαλέντος , ἐπὶ τῷ ὀνόματι ὡς ἐπ’ Ἀθήνας ᾔει ηὐξήθησαν , καὶ ἡμῖν οὐκ ἀνέλπιστον τὸ τοιοῦτο ξυμβῆναι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.