καὶ ὁ μὲν ἔμελλεν ἐγχειρήσειν ταῖς πόλεσι ταύταις , ἐν τούτῳ δὲ τριήρει οἱ τὴν ἐκεχειρίαν περιαγγέλλοντες ἀφικνοῦνται παρ’ αὐτόν , Ἀθηναίων μὲν Ἀριστώνυμος , Λακεδαιμονίων δὲ Ἀθήναιος .
καὶ ἡ μὲν στρατιὰ πάλιν διέβη ἐς Τορώνην , οἱ δὲ τῷ Βρασίδᾳ ἀνήγγελλον τὴν ξυνθήκην , καὶ ἐδέξαντο πάντες οἱ ἐπὶ Θρᾴκης ξύμμαχοι Λακεδαιμονίων τὰ πεπραγμένα .
Ἀριστώνυμος δὲ τοῖς μὲν ἄλλοις κατῄνει , Σκιωναίους δὲ αἰσθόμενος ἐκ λογισμοῦ τῶν ἡμερῶν ὅτι ὕστερον ἀφεστήκοιεν , οὐκ ἔφη ἐνσπόνδους ἔσεσθαι . Βρασίδας δὲ ἀντέλεγε πολλά , ὡς πρότερον , καὶ οὐκ ἀφίει τὴν πόλιν .
ὡς δ’ ἀπήγγελλεν ἐς τὰς Ἀθήνας ὁ Ἀριστώνυμος περὶ αὐτῶν , οἱ Ἀθηναῖοι εὐθὺς ἑτοῖμοι ἦσαν στρατεύειν ἐπὶ τὴν Σκιώνην . οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παραβήσεσθαι ἔφασαν αὐτοὺς τὰς σπονδάς , καὶ τῆς πόλεως ἀντεποιοῦντο Βρασίδᾳ πιστεύοντες , δίκῃ τε ἑτοῖμοι ἦσαν περὶ αὐτῆς κρίνεσθαι .
οἱ δὲ δίκῃ μὲν οὐκ ἤθελον κινδυνεύειν , στρατεύειν δὲ ὡς τάχιστα , ὀργὴν ποιούμενοι εἰ καὶ οἱ ἐν ταῖς νήσοις ἤδη ὄντες ἀξιοῦσι σφῶν ἀφίστασθαι , τῇ κατὰ γῆν Λακεδαιμονίων ἰσχύι ἀνωφελεῖ πιστεύοντες .
εἶχε δὲ καὶ ἡ ἀλήθεια περὶ τῆς ἀποστάσεως μᾶλλον ᾗ οἱ Ἀθηναῖοι ἐδικαίουν · δύο γὰρ ἡμέραις ὕστερον ἀπέστησαν οἱ Σκιωναῖοι . ψήφισμά τ’ εὐθὺς ἐποιήσαντο , Κλέωνος γνώμῃ πεισθέντες , Σκιωναίους ἐξελεῖν τε καὶ ἀποκτεῖναι . καὶ τἆλλα ἡσυχάζοντες ἐς τοῦτο παρεσκευάζοντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.