τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν , καὶ τοῦτο ὅμως δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν ταχεῖαν τὴν κρίσιν ἔσχεν . τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προύβη , παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ .
οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν , αἱ μὲν ὑπὸ βαρβάρων , αἱ δ’ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων ( εἰσὶ δ’ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι) , οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος , ὁ μὲν κατ’ αὐτὸν τὸν πόλεμον , ὁ δὲ διὰ τὸ στασιάζειν .
τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα , ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη , σεισμῶν τε πέρι , οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον , ἡλίου τε ἐκλείψεις , αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα ξυνέβησαν , αὐχμοί τε ἔστι παρ’ οἷς μεγάλοι καὶ ἀπ’ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος · ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο .
ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελοποννήσιοι λύσαντες τὰς τριακοντούτεις σπονδὰς αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν .
διότι δ’ ἔλυσαν , τὰς αἰτίας προύγραψα πρῶτον καὶ τὰς διαφοράς , τοῦ μή τινα ζητῆσαί ποτε ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη .
τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν , ἀφανεστάτην δὲ λόγῳ , τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν · αἱ δ’ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδ’ ἦσαν ἑκατέρων , ἀφ’ ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.