‘τοὺς μὲν λόγους τοὺς πολλοὺς τῶν Ἀθηναίων οὐ γιγνώσκω · ἐπαινέσαντες γὰρ πολλὰ ἑαυτοὺς οὐδαμοῦ ἀντεῖπον ὡς οὐκ ἀδικοῦσι τοὺς ἡμετέρους ξυμμάχους καὶ τὴν Πελοπόννησον · καίτοι εἰ πρὸς τοὺς Μήδους ἐγένοντο ἀγαθοὶ τότε , πρὸς δ’ ἡμᾶς κακοὶ νῦν , διπλασίας ζημίας ἄξιοί εἰσιν , ὅτι ἀντ’ ἀγαθῶν κακοὶ γεγένηνται .
ἡμεῖς δὲ ὁμοῖοι καὶ τότε καὶ νῦν ἐσμέν , καὶ τοὺς ξυμμάχους , ἢν σωφρονῶμεν , οὐ περιοψόμεθα ἀδικουμένους οὐδὲ μελλήσομεν τιμωρεῖν · οἱ δ’ οὐκέτι μέλλουσι κακῶς πάσχειν .
ἄλλοις μὲν γὰρ χρήματά ἐστι πολλὰ καὶ νῆες καὶ ἵπποι , ἡμῖν δὲ ξύμμαχοι ἀγαθοί , οὓς οὐ παραδοτέα τοῖς Ἀθηναίοις ἐστίν , οὐδὲ δίκαις καὶ λόγοις διακριτέα μὴ λόγῳ καὶ αὐτοὺς βλαπτομένους , ἀλλὰ τιμωρητέα ἐν τάχει καὶ παντὶ σθένει .
καὶ ὡς ἡμᾶς πρέπει βουλεύεσθαι ἀδικουμένους μηδεὶς διδασκέτω , ἀλλὰ τοὺς μέλλοντας ἀδικεῖν μᾶλλον πρέπει πολὺν χρόνον βουλεύεσθαι .
ψηφίζεσθε οὖν , ὦ Λακεδαιμόνιοι , ἀξίως τῆς Σπάρτης τὸν πόλεμον , καὶ μήτε τοὺς Ἀθηναίους ἐᾶτε μείζους γίγνεσθαι μήτε τοὺς ξυμμάχους καταπροδιδῶμεν , ἀλλὰ ξὺν τοῖς θεοῖς ἐπίωμεν ἐπὶ τοὺς ἀδικοῦντας . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.