Ἀθηναῖοι δὲ μέχρι μὲν οὗ περὶ Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον ὁ στρατὸς ἦν , καί τινα ἐλπίδα εἶχον ἐς τὸ ἐγγυτέρω αὐτοὺς μὴ προϊέναι , μεμνημένοι καὶ Πλειστοάνακτα τὸν Παυσανίου Λακεδαιμονίων βασιλέα , ὅτε ἐσβαλὼν τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε στρατῷ Πελοποννησίων πρὸ τοῦδε τοῦ πολέμου τέσσαρσι καὶ δέκα ἔτεσιν ἀνεχώρησε πάλιν ἐς τὸ πλέον οὐκέτι προελθών (δι ’ ὃ δὴ καὶ ἡ φυγὴ αὐτῷ ἐγένετο ἐκ Σπάρτης δόξαντι χρήμασι πεισθῆναι [τὴν ἀναχώρησιν]) ·
ἐπειδὴ δὲ περὶ Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πόλεως ἀπέχοντα , οὐκέτι ἀνασχετὸν ἐποιοῦντο , ἀλλ’ αὐτοῖς , ὡς εἰκός , γῆς τεμνομένης ἐν τῷ ἐμφανεῖ , ὃ οὔπω ἑοράκεσαν οἵ γε νεώτεροι , οὐδ’ οἱ πρεσβύτεροι πλὴν τὰ Μηδικά , δεινὸν ἐφαίνετο καὶ ἐδόκει τοῖς τε ἄλλοις καὶ μάλιστα τῇ νεότητι ἐπεξιέναι καὶ μὴ περιορᾶν .
κατὰ ξυστάσεις τε γιγνόμενοι ἐν πολλῇ ἔριδι ἦσαν , οἱ μὲν κελεύοντες ἐπεξιέναι , οἱ δέ τινες οὐκ ἐῶντες . χρησμολόγοι τε ᾖδον χρησμοὺς παντοίους , ὧν ἀκροᾶσθαι ὡς ἕκαστος ὥρμητο . οἵ τε Ἀχαρνῆς οἰόμενοι παρὰ σφίσιν αὐτοῖς οὐκ ἐλαχίστην μοῖραν εἶναι Ἀθηναίων , ὡς αὐτῶν ἡ γῆ ἐτέμνετο , ἐνῆγον τὴν ἔξοδον μάλιστα . παντί τε τρόπῳ ἀνηρέθιστο ἡ πόλις , καὶ τὸν Περικλέα ἐν ὀργῇ εἶχον , καὶ ὧν παρῄνεσε πρότερον ἐμέμνηντο οὐδέν , ἀλλ᾽ ἐκάκιζον ὅτι στρατηγὸς ὢν οὐκ ἐπεξάγοι , αἴτιόν τε σφίσιν ἐνόμιζον πάντων ὧν ἔπασχον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.