οἱ δὲ ἐν Ναυπάκτῳ Ἀθηναῖοι τοῦ αὐτοῦ χειμῶνος , ἐπειδὴ τὸ τῶν Πελοποννησίων ναυτικὸν διελύθη , Φορμίωνος ἡγουμένου ἐστράτευσαν , παραπλεύσαντες ἐπ’ Ἀστακοῦ καὶ ἀποβάντες , ἐς τὴν μεσόγειαν τῆς Ἀκαρνανίας τετρακοσίοις μὲν ὁπλίταις Ἀθηναίων τῶν ἀπὸ τῶν νεῶν , τετρακοσίοις δὲ Μεσσηνίων , καὶ ἔκ τε Στράτου καὶ Κορόντων καὶ ἄλλων χωρίων ἄνδρας οὐ δοκοῦντας βεβαίους εἶναι ἐξήλασαν , καὶ Κύνητα τὸν Θεολύτου ἐς Κόροντα καταγαγόντες ἀνεχώρησαν πάλιν ἐπὶ τὰς ναῦς .
ἐς γὰρ Οἰνιάδας αἰεί ποτε πολεμίους ὄντας μόνους Ἀκαρνάνων οὐκ ἐδόκει δυνατὸν εἶναι χειμῶνος ὄντος στρατεύειν · ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγραίων καὶ Ἀμφιλόχων καὶ διὰ τοῦ Ἀκαρνανικοῦ πεδίου , ἄνωθεν μὲν παρὰ Στράτον πόλιν , ἐς θάλασσαν δ’ ἐξιεὶς παρ’ Οἰνιάδας καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων , ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύειν .
κεῖνται δὲ καὶ τῶν νήσων τῶν Ἐχινάδων αἱ πολλαὶ καταντικρὺ Οἰνιαδῶν τοῦ Ἀχελῴου τῶν ἐκβολῶν οὐδὲν ἀπέχουσαι , ὥστε μέγας ὢν ὁ ποταμὸς προσχοῖ αἰεὶ καὶ εἰσὶ τῶν νήσων αἳ ἠπείρωνται , ἐλπὶς δὲ καὶ πάσας οὐκ ἐν πολλῷ τινὶ ἂν χρόνῳ τοῦτο παθεῖν ·
τό τε γὰρ ῥεῦμά ἐστι μέγα καὶ πολὺ καὶ θολερόν , αἵ τε νῆσοι πυκναί , καὶ ἀλλήλαις τῆς προσχώσεως [τῷ μὴ σκεδάννυσθαι ] ξύνδεσμοι γίγνονται , παραλλὰξ καὶ οὐ κατὰ στοῖχον κείμεναι , οὐδ’ ἔχουσαι εὐθείας διόδους τοῦ ὕδατος ἐς τὸ πέλαγος .
ἐρῆμοι δ’ εἰσὶ καὶ οὐ μεγάλαι . λέγεται δὲ καὶ Ἀλκμέωνι τῷ Ἀμφιάρεω , ὅτε δὴ ἀλᾶσθαι αὐτὸν μετὰ τὸν φόνον τῆς μητρός , τὸν Ἀπόλλω ταύτην τὴν γῆν χρῆσαι οἰκεῖν , ὑπειπόντα οὐκ εἶναι λύσιν τῶν δειμάτων πρὶν ἂν εὑρὼν ἐν ταύτῃ τῇ χώρᾳ κατοικίσηται ἥτις ὅτε ἔκτεινε τὴν μητέρα μήπω ὑπὸ ἡλίου ἑωρᾶτο μηδὲ γῆ ἦν , ὡς τῆς γε ἄλλης αὐτῷ μεμιασμένης .
ὁ δ’ ἀπορῶν , ὥς φασι , μόλις κατενόησε τὴν πρόσχωσιν ταύτην τοῦ Ἀχελῴου , καὶ ἐδόκει αὐτῷ ἱκανὴ ἂν κεχῶσθαι δίαιτα τῷ σώματι ἀφ’ οὗπερ κτείνας τὴν μητέρα οὐκ ὀλίγον χρόνον ἐπλανᾶτο . καὶ κατοικισθεὶς ἐς τοὺς περὶ Οἰνιάδας τόπους ἐδυνάστευσέ τε καὶ ἀπὸ Ἀκαρνᾶνος παιδὸς ἑαυτοῦ τῆς χώρας τὴν ἐπωνυμίαν ἐγκατέλιπεν . τὰ μὲν περὶ Ἀλκμέωνα τοιαῦτα λεγόμενα παρελάβομεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.