‘καὶ ἐγὼ μέν , ἅπερ καὶ ἀρχόμενος εἶπον , πόλιν τε μεγίστην παρεχόμενος καὶ ἐπιών τῳ μᾶλλον ἢ ἀμυνούμενος ἀξιῶ προιδόμενος αὐτῶν ξυγχωρεῖν , καὶ μὴ τοὺς ἐναντίους οὕτω κακῶς δρᾶν ὥστε αὐτὸς τὰ πλείω βλάπτεσθαι , μηδὲ μωρίᾳ φιλονικῶν ἡγεῖσθαι τῆς τε οἰκείας γνώμης ὁμοίως αὐτοκράτωρ εἶναι καὶ ἧς οὐκ ἄρχω τύχης , ἀλλ’ ὅσον εἰκὸς ἡσσᾶσθαι . καὶ
τοὺς ἄλλους δικαιῶ ταὐτό μοι ποιῆσαι , ὑφ’ ὑμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν πολεμίων τοῦτο παθεῖν . οὐδὲν
γὰρ αἰσχρὸν οἰκείους οἰκείων ἡσσᾶσθαι , ἢ Δωριᾶ τινὰ Δωριῶς ἢ Χαλκιδέα τῶν ξυγγενῶν , τὸ δὲ ξύμπαν γείτονας ὄντας καὶ ξυνοίκους μιᾶς χώρας καὶ περιρρύτου καὶ ὄνομα ἓν κεκλημένους Σικελιώτας · οἳ πολεμήσομέν τε , οἶμαι , ὅταν ξυμβῇ , καὶ ξυγχωρησόμεθά γε πάλιν καθ’ ἡμᾶς αὐτοὺς λόγοις κοινοῖς χρώμενοι · τοὺς
δὲ ἀλλοφύλους ἐπελθόντας ἁθρόοι αἰεί , ἢν σωφρονῶμεν , ἀμυνούμεθα , εἴπερ καὶ καθ᾽ ἑκάστους βλαπτόμενοι ξύμπαντες κινδυνεύομεν · ξυμμάχους δὲ οὐδέποτε τὸ λοιπὸν ἐπαξόμεθα οὐδὲ διαλλακτάς . τάδε
γὰρ ποιοῦντες ἔν τε τῷ παρόντι δυοῖν ἀγαθοῖν οὐ στερήσομεν τὴν Σικελίαν , Ἀθηναίων τε ἀπαλλαγῆναι καὶ οἰκείου πολέμου , καὶ ἐς τὸ ἔπειτα καθ’ ἡμᾶς αὐτοὺς ἐλευθέραν νεμούμεθα καὶ ὑπὸ ἄλλων ἧσσον ἐπιβουλευομένην . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.