ἔτι δ’ αὐτῶν ἐν τῷ πεδίῳ ὄντων , πρὶν ἐς τὴν παραλίαν ἐλθεῖν , ἑκατὸν νεῶν ἐπίπλουν τῇ Πελοποννήσῳ παρεσκευάζετο , καὶ ἐπειδὴ ἑτοῖμα ἦν , ἀνήγετο . ἦγε
δ’ ἐπὶ τῶν νεῶν ὁπλίτας Ἀθηναίων τετρακισχιλίους καὶ ἱππέας τριακοσίους ἐν ναυσὶν ἱππαγωγοῖς πρῶτον τότε ἐκ τῶν παλαιῶν νεῶν ποιηθείσαις · ξυνεστρατεύοντο δὲ καὶ Χῖοι καὶ Λέσβιοι πεντήκοντα ναυσίν . ὅτε
δὲ ἀνήγετο ἡ στρατιὰ αὕτη Ἀθηναίων , Πελοποννησίους κατέλιπον τῆς Ἀττικῆς ὄντας ἐν τῇ παραλίᾳ . ἀφικόμενοι
δὲ ἐς Ἐπίδαυρον τῆς Πελοποννήσου ἔτεμον τῆς γῆς τὴν πολλήν , καὶ πρὸς τὴν πόλιν προσβαλόντες ἐς ἐλπίδα μὲν ἦλθον τοῦ ἑλεῖν , οὐ μέντοι προυχώρησέ γε . ἀναγαγόμενοι
δὲ ἐκ τῆς Ἐπιδαύρου ἔτεμον τήν τε Τροιζηνίδα γῆν καὶ Ἁλιάδα καὶ Ἑρμιονίδα · ἔστι δὲ ταῦτα πάντα ἐπιθαλάσσια τῆς Πελοποννήσου . ἄραντες
δὲ ἀπ’ αὐτῶν ἀφίκοντο ἐς Πρασιὰς τῆς Λακωνικῆς πόλισμα ἐπιθαλάσσιον , καὶ τῆς τε γῆς ἔτεμον καὶ αὐτὸ τὸ πόλισμα εἷλον καὶ ἐπόρθησαν . ταῦτα δὲ ποιήσαντες ἐπ’ οἴκου ἀνεχώρησαν . τοὺς δὲ Πελοποννησίους οὐκέτι κατέλαβον ἐν τῇ Ἀττικῇ ὄντας , ἀλλ᾽ ἀνακεχωρηκότας .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.