τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι , ἀλλ’ ἀνέχεσθαι καὶ γῆν τεμνομένην , εἰ δεῖ , ὁρῶντας καὶ ἄλλο πάσχοντας ὅτι ἂν ξυμβαίνῃ · ἐξελθεῖν τε μηδένα ἔτι , ἀλλ’ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστὶν ἃ Λακεδαιμόνιοι προκαλοῦνται . ὡς
δὲ ἀπεκρίναντο , ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος ὁ βασιλεὺς κατέστη , λέγων ὧδε · ‘θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε καὶ ἥρωες , ξυνίστορές ἐστε ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως , ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον , ἐπὶ γῆν τήνδε ἤλθομεν , ἐν ᾗ οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν , οὔτε νῦν , ἤν τι ποιῶμεν , ἀδικήσομεν · προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν . ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις , τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.