‘καὶ ἐκ τῶν παρόντων , ὦ Ἀθηναῖοι καὶ ξύμμαχοι , ἐλπίδα χρὴ ἔχειν (ἤδη τινὲς καὶ ἐκ δεινοτέρων ἢ τοιῶνδε ἐσώθησαν) , μηδὲ καταμέμφεσθαι ὑμᾶς ἄγαν αὐτοὺς μήτε ταῖς ξυμφοραῖς μήτε ταῖς παρὰ τὴν ἀξίαν νῦν κακοπαθίαις .
κἀγώ τοι οὐδενὸς ὑμῶν οὔτε ῥώμῃ προφέρων ( ἀλλ’ ὁρᾶτε δὴ ὡς διάκειμαι ὑπὸ τῆς νόσου ) οὔτ’ εὐτυχίᾳ δοκῶν που ὕστερός του εἶναι κατά τε τὸν ἴδιον βίον καὶ ἐς τὰ ἄλλα , νῦν ἐν τῷ αὐτῷ κινδύνῳ τοῖς φαυλοτάτοις αἰωροῦμαι · καίτοι πολλὰ μὲν ἐς θεοὺς νόμιμα δεδιῄτημαι , πολλὰ δὲ ἐς ἀνθρώπους δίκαια καὶ ἀνεπίφθονα .
ἀνθ’ ὧν ἡ μὲν ἐλπὶς ὅμως θρασεῖα τοῦ μέλλοντος , αἱ δὲ ξυμφοραὶ οὐ κατ’ ἀξίαν δὴ φοβοῦσιν . τάχα δὲ ἂν καὶ λωφήσειαν · ἱκανὰ γὰρ τοῖς τε πολεμίοις ηὐτύχηται , καὶ εἴ τῳ θεῶν ἐπίφθονοι ἐστρατεύσαμεν , ἀποχρώντως ἤδη τετιμωρήμεθα .
ἦλθον γάρ που καὶ ἄλλοι τινὲς ἤδη ἐφ’ ἑτέρους , καὶ ἀνθρώπεια δράσαντες ἀνεκτὰ ἔπαθον . καὶ ἡμᾶς εἰκὸς νῦν τά τε ἀπὸ τοῦ θεοῦ ἐλπίζειν ἠπιώτερα ἕξειν ( οἴκτου γὰρ ἀπ’ αὐτῶν ἀξιώτεροι ἤδη ἐσμὲν ἢ φθόνοθυ) , καὶ ὁρῶντες ὑμᾶς αὐτοὺς οἷοι ὁπλῖται ἅμα καὶ ὅσοι ξυντεταγμένοι χωρεῖτε μὴ καταπέπληχθε ἄγαν , λογίζεσθε δὲ ὅτι αὐτοί τε πόλις εὐθύς ἐστε ὅποι ἂν καθέζησθε καὶ ἄλλη οὐδεμία ὑμᾶς τῶν ἐν Σικελίᾳ οὔτ’ ἂν ἐπιόντας δέξαιτο ῥᾳδίως οὔτ’ ἂν ἱδρυθέντας που ἐξαναστήσειεν .
τὴν δὲ πορείαν ὥστ’ ἀσφαλῆ καὶ εὔτακτον εἶναι αὐτοὶ φυλάξατε , μὴ ἄλλο τι ἡγησάμενος ἕκαστος ἢ ἐν ᾧ ἂν ἀναγκασθῇ χωρίῳ μάχεσθαι , τοῦτο καὶ πατρίδα καὶ τεῖχος κρατήσας ἕξειν .
σπουδὴ δὲ ὁμοίως καὶ νύκτα καὶ ἡμέραν ἔσται τῆς ὁδοῦ · τὰ γὰρ ἐπιτήδεια βραχέα ἔχομεν , καὶ ἢν ἀντιλαβώμεθά του φιλίου χωρίου τῶν Σικελῶν (οὗτοι γὰρ ἡμῖν διὰ τὸ Συρακοσίων δέος ἔτι βέβαιοι εἰσίν) , ἤδη νομίζετε ἐν τῷ ἐχυρῷ εἶναι . προπέπεμπται δ’ ὡς αὐτούς , καὶ ἀπαντᾶν εἰρημένον καὶ σιτία ἄλλα κομίζειν .
‘τό τε ξύμπαν γνῶτε , ὦ ἄνδρες στρατιῶται , ἀναγκαῖόν τε ὂν ὑμῖν ἀνδράσιν ἀγαθοῖς γίγνεσθαι ὡς μὴ ὄντος χωρίου ἐγγὺς ὅποι ἂν μαλακισθέντες σωθείητε καί , ἢν νῦν διαφύγητε τοὺς πολεμίους , οἵ τε ἄλλοι τευξόμενοι ὧν ἐπιθυμεῖτέ που ἐπιδεῖν καὶ οἱ Ἀθηναῖοι τὴν μεγάλην δύναμιν τῆς πόλεως καίπερ πεπτωκυῖαν ἐπανορθώσοντες · ἄνδρες γὰρ πόλις , καὶ οὐ τείχη οὐδὲ νῆες ἀνδρῶν κεναί . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.