ἐκ δὲ τῆς Πελοποννήσου τοῦ αὐτοῦ χειμῶνος Ἱπποκράτης ὁ Λακεδαιμόνιος ἐκπλεύσας δέκα μὲν Θουρίαις ναυσίν , ὧν ἦρχε Δωριεὺς ὁ Διαγόρου τρίτος αὐτός , μιᾷ δὲ Λακωνικῇ , μιᾷ δὲ Συρακοσίᾳ , καταπλεῖ ἐς Κνίδον · ἡ δ’ ἀφειστήκει ἤδη ὑπὸ Τισσαφέρνους .
καὶ αὐτοὺς οἱ ἐν τῇ Μιλήτῳ , ὡς ᾔσθοντο , ἐκέλευον ταῖς μὲν ἡμισείαις τῶν νεῶν Κνίδον φυλάσσειν , ταῖς δὲ περὶ Τριόπιον οὔσαις τὰς ἀπ’ Αἰγύπτου ὁλκάδας προσβαλλούσας ξυλλαμβάνειν · ἔστι δὲ τὸ Τριόπιον ἄκρα τῆς Κνιδίας προύχουσα , Ἀπόλλωνος ἱερόν .
πυθόμενοι δὲ οἱ Ἀθηναῖοι καὶ πλεύσαντες ἐκ τῆς Σάμου λαμβάνουσι τὰς ἐπὶ τῷ Τριοπίῳ φρουρούσας ἓξ ναῦς · οἱ δ’ ἄνδρες ἀποφεύγουσιν ἐξ αὐτῶν . καὶ μετὰ τοῦτο ἐς τὴν Κνίδον καταπλεύσαντες καὶ προσβαλόντες τῇ πόλει ἀτειχίστῳ οὔσῃ ὀλίγου εἷλον .
τῇ δ’ ὑστεραίᾳ αὖθις προσέβαλλον , καὶ ὡς ἄμεινον φαρξαμένων αὐτῶν ὑπὸ νύκτα καὶ ἐπεσελθόντων αὐτοῖς τῶν ἀπὸ τοῦ Τριοπίου ἐκ τῶν νεῶν διαφυγόντων οὐκέθ’ ὁμοίως ἔβλαπτον , ἀπελθόντες καὶ δῃώσαντες τὴν τῶν Κνιδίων γῆν ἐς τὴν Σάμον ἀπέπλευσαν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.