ὑπάρχουσι δὲ καὶ ἄλλαι ὁδοὶ τοῦ πολέμου ἡμῖν , ξυμμάχων τε ἀπόστασις , μάλιστα παραίρεσις οὖσα τῶν προσόδων αἷς ἰσχύουσι , καὶ ἐπιτειχισμὸς τῇ χώρᾳ , ἄλλα τε ὅσα οὐκ ἄν τις νῦν προΐδοι . ἥκιστα γὰρ πόλεμος ἐπὶ ῥητοῖς χωρεῖ , αὐτὸς δὲ ἀφ’ αὑτοῦ τὰ πολλὰ τεχνᾶται πρὸς τὸ παρατυγχάνον · ἐν ᾧ ὁ μὲν εὐοργήτως αὐτῷ προσομιλήσας βεβαιότερος , ὁ δ’ ὀργισθεὶς περὶ αὐτὸν οὐκ ἐλάσσω πταίει .
‘ἐνθυμώμεθα δὲ καὶ ὅτι εἰ μὲν ἡμῶν ἦσαν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων αἱ διαφοραί , οἰστὸν ἂν ἦν · νῦν δὲ πρὸς ξύμπαντάς τε ἡμᾶς Ἀθηναῖοι ἱκανοὶ καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι , ὥστε εἰ μὴ καὶ ἁθρόοι καὶ κατὰ ἔθνη καὶ ἕκαστον ἄστυ μιᾷ γνώμῃ ἀμυνούμεθα αὐτούς , δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται . καὶ τὴν ἧσσαν , εἰ καὶ δεινόν τῳ ἀκοῦσαι , ἴστω οὐκ ἄλλο τι φέρουσαν ἢ ἄντικρυς δουλείαν ·
ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῇ Πελοποννήσῳ καὶ πόλεις τοσάσδε ὑπὸ μιᾶς κακοπαθεῖν . ἐν ᾧ ἢ δικαίως δοκοῖμεν ἂν πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι καὶ τῶν πατέρων χείρους φαίνεσθαι , οἳ τὴν Ἑλλάδα ἠλευθέρωσαν , ἡμεῖς δὲ οὐδ’ ἡμῖν αὐτοῖς βεβαιοῦμεν αὐτό , τύραννον δὲ ἐῶμεν ἐγκαθεστάναι πόλιν , τοὺς δ’ ἐν μιᾷ μονάρχους ἀξιοῦμεν καταλύειν .
καὶ οὐκ ἴσμεν ὅπως τάδε τριῶν τῶν μεγίστων ξυμφορῶν ἀπήλλακται , ἀξυνεσίας ἢ μαλακίας ἢ ἀμελείας . οὐ γὰρ δὴ πεφευγότες αὐτὰ ἐπὶ τὴν πλείστους δὴ βλάψασαν καταφρόνησιν κεχωρήκατε , ἣ ἐκ τοῦ πολλοὺς σφάλλειν τὸ ἐναντίον ὄνομα ἀφροσύνη μετωνόμασται .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.