γνόντες δὲ οἱ ἐν τοῖς πράγμασιν οὔτ’ ἀποκωλύειν δυνατοὶ ὄντες , εἴ τ’ ἀπομονωθήσονται τῆς ξυμβάσεως κινδυνεύσοντες , ποιοῦνται κοινῇ ὁμολογίαν πρός τε Πάχητα καὶ τὸ στρατόπεδον , ὥστε Ἀθηναίοις μὲν ἐξεῖναι βουλεῦσαι περὶ Μυτιληναίων ὁποῖον ἄν τι βούλωνται καὶ τὴν στρατιὰν ἐς τὴν πόλιν δέχεσθαι αὐτούς , πρεσβείαν δὲ ἀποστέλλειν ἐς τὰς Ἀθήνας Μυτιληναίους περὶ ἑαυτῶν · ἐν ὅσῳ δ’ ἂν πάλιν ἔλθωσι , Πάχητα μήτε δῆσαι Μυτιληναίων μηδένα μηδὲ ἀνδραποδίσαι μήτε ἀποκτεῖναι . ἡ
μὲν ξύμβασις αὕτη ἐγένετο , οἱ δὲ πράξαντες πρὸς τοὺς Λακεδαιμονίους μάλιστα τῶν Μυτιληναίων περιδεεῖς ὄντες , ὡς ἡ στρατιὰ ἐσῆλθεν , οὐκ ἠνέσχοντο , ἀλλ’ ἐπὶ τοὺς βωμοὺς ὅμως καθίζουσιν · Πάχης δ’ ἀναστήσας αὐτοὺς ὥστε μὴ ἀδικῆσαι , κατατίθεται ἐς Τένεδον μέχρι οὗ τοῖς Ἀθηναίοις τι δόξῃ . πέμψας
δὲ καὶ ἐς τὴν Ἄντισσαν τριήρεις προσεκτήσατο καὶ τἆλλα τὰ περὶ τὸ στρατόπεδον καθίστατο ᾗ αὐτῷ ἐδόκει .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.