ἐπειδή τε ἀφίκοντο ἐς τὸ ἄστυ , ὀλίγοις μέν τισιν ὑπῆρχον οἰκήσεις καὶ παρὰ φίλων τινὰς ἢ οἰκείων καταφυγή , οἱ δὲ πολλοὶ τά τε ἐρῆμα τῆς πόλεως ᾤκησαν καὶ τὰ ἱερὰ καὶ τὰ ἡρῷα πάντα πλὴν τῆς ἀκροπόλεως καὶ τοῦ Ἐλευσινίου καὶ εἴ τι ἄλλο βεβαίως κλῃστὸν ἦν · τό τε Πελαργικὸν καλούμενον τὸ ὑπὸ τὴν ἀκρόπολιν , ὃ καὶ ἐπάρατόν τε ἦν μὴ οἰκεῖν καί τι καὶ Πυθικοῦ μαντείου ἀκροτελεύτιον τοιόνδε διεκώλυε , λέγον ὡς ‘τὸ Πελαργικὸν ἀργὸν ἄμεινον , ’ ὅμως ὑπὸ τῆς παραχρῆμα ἀνάγκης ἐξῳκήθη . καί
μοι δοκεῖ τὸ μαντεῖον τοὐναντίον ξυμβῆναι ἢ προσεδέχοντο · οὐ γὰρ διὰ τὴν παράνομον ἐνοίκησιν αἱ ξυμφοραὶ γενέσθαι τῇ πόλει , ἀλλὰ διὰ τὸν πόλεμον ἡ ἀνάγκη τῆς οἰκήσεως , ὃν οὐκ ὀνομάζον τὸ μαντεῖον προῄδει μὴ ἐπ’ ἀγαθῷ ποτὲ αὐτὸ κατοικισθησόμενον . κατεσκευάσαντο
δὲ καὶ ἐν τοῖς πύργοις τῶν τειχῶν πολλοὶ καὶ ὡς ἕκαστός που ἐδύνατο · οὐ γὰρ ἐχώρησε ξυνελθόντας αὐτοὺς ἡ πόλις , ἀλλ’ ὕστερον δὴ τά τε μακρὰ τείχη ᾤκησαν κατανειμάμενοι καὶ τοῦ Πειραιῶς τὰ πολλά . ἅμα
δὲ καὶ τῶν πρὸς τὸν πόλεμον ἥπτοντο , ξυμμάχους τε ἀγείροντες καὶ τῇ Πελοποννήσῳ ἑκατὸν νεῶν ἐπίπλουν ἐξαρτύοντες . καὶ
οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.