‘τοιαύτας ἔχοντες προφάσεις καὶ αἰτίας , ὦ Λακεδαιμόνιοι καὶ ξύμμαχοι , ἀπέστημεν , σαφεῖς μὲν τοῖς ἀκούουσι γνῶναι ὡς εἰκότως ἐδράσαμεν , ἱκανὰς δὲ ἡμᾶς ἐκφοβῆσαι καὶ πρὸς ἀσφάλειάν τινα τρέψαι , βουλομένους μὲν καὶ πάλαι , ὅτε ἔτι ἐν τῇ εἰρήνῃ ἐπέμψαμεν ὡς ὑμᾶς περὶ ἀποστάσεως , ὑμῶν δὲ οὐ προσδεξαμένων κωλυθέντας · νῦν δὲ ἐπειδὴ Βοιωτοὶ προυκαλέσαντο εὐθὺς ὑπηκούσαμεν , καὶ ἐνομίζομεν ἀποστήσεσθαι διπλῆν ἀπόστασιν , ἀπό τε τῶν Ἑλλήνων μὴ ξὺν κακῶς ποιεῖν αὐτοὺς μετ’ Ἀθηναίων ἀλλὰ ξυνελευθεροῦν , ἀπό τε Ἀθηναίων μὴ αὐτοὶ διαφθαρῆναι ὑπ’ ἐκείνων ἐν ὑστέρῳ ἀλλὰ προποιῆσαι .
ἡ μέντοι ἀπόστασις ἡμῶν θᾶσσον γεγένηται καὶ ἀπαράσκευος · ᾗ καὶ μᾶλλον χρὴ ξυμμάχους δεξαμένους ἡμᾶς διὰ ταχέων βοήθειαν ἀποστέλλειν , ἵνα φαίνησθε ἀμύνοντές τε οἷς δεῖ καὶ ἐν τῷ αὐτῷ τοὺς πολεμίους βλάπτοντες .
καιρὸς δὲ ὡς οὔπω πρότερον . νόσῳ τε γὰρ ἐφθάραται Ἀθηναῖοι καὶ χρημάτων δαπάνῃ , νῆές τε αὐτοῖς αἱ μὲν περὶ τὴν ὑμετέραν εἰσίν , αἱ δ’ ἐφ’ ἡμῖν τετάχαται .
ὥστε οὐκ εἰκὸς αὐτοὺς περιουσίαν νεῶν ἔχειν , ἢν ὑμεῖς ἐν τῷ θέρει τῷδε ναυσί τε καὶ πεζῷ ἅμα ἐπεσβάλητε τὸ δεύτερον , ἀλλ’ ἢ ὑμᾶς οὐκ ἀμυνοῦνται ἐπιπλέοντας ἢ ἀπ᾽ ἀμφοτέρων ἀποχωρήσονται .
νομίσῃ τε μηδεὶς ἀλλοτρίας γῆς πέρι οἰκεῖον κίνδυνον ἕξειν . ᾧ γὰρ δοκεῖ μακρὰν ἀπεῖναι ἡ Λέσβος , τὴν ὠφελίαν αὐτῷ ἐγγύθεν παρέξει . οὐ γὰρ ἐν τῇ Ἀττικῇ ἔσται ὁ πόλεμος , ὥς τις οἴεται , ἀλλὰ δι’ ἣν ἡ Ἀττικὴ ὠφελεῖται .
ἔστι δὲ τῶν χρημάτων ἀπὸ τῶν ξυμμάχων ἡ πρόσοδος , καὶ ἔτι μείζων ἔσται , εἰ ἡμᾶς καταστρέψονται · οὔτε γὰρ ἀποστήσεται ἄλλος τά τε ἡμέτερα προσγενήσεται , πάθοιμέν τ’ ἂν δεινότερα ἢ οἱ πρὶν δουλεύοντες .
βοηθησάντων δὲ ὑμῶν προθύμως πόλιν τε προσλήψεσθε ναυτικὸν ἔχουσαν μέγα , οὗπερ ὑμῖν μάλιστα προσδεῖ , καὶ Ἀθηναίους ῥᾷον καθαιρήσετε ὑφαιροῦντες αὐτῶν τοὺς ξυμμάχους (θρασύτερον γὰρ πᾶς τις προσχωρήσεται) , τήν τε αἰτίαν ἀποφεύξεσθε ἣν εἴχετε μὴ βοηθεῖν τοῖς ἀφισταμένοις . ἢν δ’ ἐλευθεροῦντες φαίνησθε , τὸ κράτος τοῦ πολέμου βεβαιότερον ἕξετε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.