ἀφικομένων δὲ αὐτῶν διελέλυντο εὐθὺς αἱ σπονδαὶ αἱ περὶ Πύλον , καὶ τὰς ναῦς οἱ Λακεδαιμόνιοι ἀπῄτουν , καθάπερ ξυνέκειτο · οἱ δ’ Ἀθηναῖοι ἐγκλήματα ἔχοντες ἐπιδρομήν τε τῷ τειχίσματι παράσπονδον καὶ ἄλλα οὐκ ἀξιόλογα δοκοῦντα εἶναι οὐκ ἀπεδίδοσαν , ἰσχυριζόμενοι ὅτι δὴ εἴρητο , ἐὰν καὶ ὁτιοῦν παραβαθῇ , λελύσθαι τὰς σπονδάς . οἱ δὲ Λακεδαιμόνιοι ἀντέλεγόν τε καὶ ἀδίκημα ἐπικαλέσαντες τὸ τῶν νεῶν ἀπελθόντες ἐς πόλεμον καθίσταντο . καὶ
τὰ περὶ Πύλον ὑπ’ ἀμφοτέρων κατὰ κράτος ἐπολεμεῖτο , Ἀθηναῖοι μὲν δυοῖν νεοῖν ἐναντίαιν αἰεὶ τὴν νῆσον περιπλέοντες τῆς ἡμέρας (τῆς δὲ νυκτὸς καὶ ἅπασαι περιώρμουν , πλὴν τὰ πρὸς τὸ πέλαγος , ὁπότε ἄνεμος εἴη · καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς εἴκοσι νῆες ἀφίκοντο ἐς τὴν φυλακήν , ὥστε αἱ πᾶσαι ἑβδομήκοντα ἐγένοντο) , Πελοποννήσιοι δὲ ἔν τε τῇ ἠπείρῳ στρατοπεδευόμενοι καὶ προσβολὰς ποιούμενοι τῷ τείχει , σκοποῦντες καιρὸν εἴ τις παραπέσοι ὥστε τοὺς ἄνδρας σῶσαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.