οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ καὶ τούτου διήμαρτον , μέρος μέν τι καταλιπόντες τοῦ στρατοῦ , τὸ δὲ πλέον ἀφέντες περιετείχιζον τὴν πόλιν κύκλῳ , διελόμενοι κατὰ πόλεις τὸ χωρίον · τάφρος δὲ ἐντός τε ἦν καὶ ἔξωθεν ἐξ ἧς ἐπλινθεύσαντο .
καὶ ἐπειδὴ πᾶν ἐξείργαστο περὶ ἀρκτούρου ἐπιτολάς , καταλιπόντες φυλακὰς τοῦ ἡμίσεος τείχους (τὸ δὲ ἥμισυ Βοιωτοὶ ἐφύλασσον ) ἀνεχώρησαν τῷ στρατῷ καὶ διελύθησαν κατὰ πόλεις .
Πλαταιῆς δὲ παῖδας μὲν καὶ γυναῖκας καὶ τοὺς πρεσβυτάτους τε καὶ πλῆθος τὸ ἀχρεῖον τῶν ἀνθρώπων πρότερον ἐκκεκομισμένοι ἦσαν ἐς τὰς Ἀθήνας , αὐτοὶ δὲ ἐπολιορκοῦντο ἐγκαταλελειμμένοι τετρακόσιοι , Ἀθηναίων δὲ ὀγδοήκοντα , γυναῖκες δὲ δέκα καὶ ἑκατὸν σιτοποιοί .
τοσοῦτοι ἦσαν οἱ ξύμπαντες ὅτε ἐς τὴν πολιορκίαν καθίσταντο , καὶ ἄλλος οὐδεὶς ἦν ἐν τῷ τείχει οὔτε δοῦλος οὔτ’ ἐλεύθερος . τοιαύτη μὲν ἡ Πλαταιῶν πολιορκία κατεσκευάσθη .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.