τοῖς δὲ Ἀθηναίοις ὡς ἦλθε τὰ περὶ τὴν Εὔβοιαν γεγενημένα , ἔκπληξις μεγίστη δὴ τῶν πρὶν παρέστη . οὔτε γὰρ ἡ ἐν τῇ Σικελίᾳ ξυμφορά , καίπερ μεγάλη τότε δόξασα εἶναι , οὔτε ἄλλο οὐδέν πω οὕτως ἐφόβησεν .
ὅπου γὰρ στρατοπέδου τε τοῦ ἐν Σάμῳ ἀφεστηκότος ἄλλων τε νεῶν οὐκ οὐσῶν οὐδὲ τῶν ἐσβησομένων αὐτῶν τε στασιαζόντων καὶ ἄδηλον ὂν ὁπότε σφίσιν αὐτοῖς ξυρράξουσι , τοσαύτη ἡ ξυμφορὰ ἐπεγεγένητο , ἐν ᾗ ναῦς τε καὶ τὸ μέγιστον Εὔβοιαν ἀπωλωλέκεσαν , ἐξ ἧς πλείω ἢ τῆς Ἀττικῆς ὠφελοῦντο , πῶς οὐκ εἰκότως ἠθύμουν ;
μάλιστα δ’ αὐτοὺς καὶ δι’ ἐγγυτάτου ἐθορύβει , εἰ οἱ πολέμιοι τολμήσουσι νενικηκότες εὐθὺ σφῶν ἐπὶ τὸν Πειραιᾶ ἐρῆμον ὄντα νεῶν πλεῖν · καὶ ὅσον οὐκ ἤδη ἐνόμιζον αὐτοὺς παρεῖναι .
ὅπερ ἄν , εἰ τολμηρότεροι ἦσαν , ῥᾳδίως ἂν ἐποίησαν , καὶ ἢ διέστησαν ἂν ἔτι μᾶλλον τὴν πόλιν ἐφορμοῦντες ἤ , εἰ ἐπολιόρκουν μένοντες , καὶ τὰς ἀπ’ Ἰωνίας ναῦς ἠνάγκασαν ἂν καίπερ πολεμίας οὔσας τῇ ὀλιγαρχίᾳ τοῖς σφετέροις οἰκείοις καὶ τῇ ξυμπάσῃ πόλει βοηθῆσαι · καὶ ἐν τούτῳ Ἑλλήσποντός τε ἂν ἦν αὐτοῖς καὶ Ἰωνία καὶ αἱ νῆσοι καὶ τὰ μέχρι Εὐβοίας καὶ ὡς εἰπεῖν ἡ Ἀθηναίων ἀρχὴ πᾶσα .
ἀλλ’ οὐκ ἐν τούτῳ μόνῳ Λακεδαιμόνιοι Ἀθηναίοις πάντων δὴ ξυμφορώτατοι προσπολεμῆσαι ἐγένοντο , ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς · διάφοροι γὰρ πλεῖστον ὄντες τὸν τρόπον , οἱ μὲν ὀξεῖς , οἱ δὲ βραδεῖς , καὶ οἱ μὲν ἐπιχειρηταί , οἱ δὲ ἄτολμοι , ἄλλως τε καὶ ἐν ἀρχῇ ναυτικῇ πλεῖστα ὠφέλουν . ἔδειξαν δὲ οἱ Συρακόσιοι · μάλιστα γὰρ ὁμοιότροποι γενόμενοι ἄριστα καὶ προσεπολέμησαν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.