ὁ δὲ Γύλιππος καὶ ὁ Σικανὸς ἐν τούτῳ παρῆσαν ἐς τὰς Συρακούσας , ὁ μὲν Σικανὸς ἁμαρτὼν τοῦ Ἀκράγαντος ( ἐν Γέλᾳ γὰρ ὄντος αὐτοῦ ἔτι ἡ τοῖς Συρακοσίοις στάσις [ἐς ] φιλία ἐξεπεπτώκει) · ὁ δὲ Γύλιππος ἄλλην τε στρατιὰν πολλὴν ἔχων ἦλθεν ἀπὸ τῆς Σικελίας καὶ τοὺς ἐκ τῆς Πελοποννήσου τοῦ ἦρος ἐν ταῖς ὁλκάσιν ὁπλίτας ἀποσταλέντας , ἀφικομένους ἀπὸ τῆς Λιβύης ἐς Σελινοῦντα .
ἀπενεχθέντες γὰρ ἐς Λιβύην , καὶ δόντων Κυρηναίων τριήρεις δύο καὶ τοῦ πλοῦ ἡγεμόνας , καὶ ἐν τῷ παράπλῳ Εὐεσπερίταις πολιορκουμένοις ὑπὸ Λιβύων ξυμμαχήσαντες καὶ νικήσαντες τοὺς Λίβυς , καὶ αὐτόθεν παραπλεύσαντες ἐς Νέαν πόλιν Καρχηδονιακὸν ἐμπόριον , ὅθενπερ Σικελία ἐλάχιστον δυοῖν ἡμερῶν καὶ νυκτὸς πλοῦν ἀπέχει , καὶ ἀπ’ αὐτοῦ περαιωθέντες ἀφίκοντο ἐς Σελινοῦντα .
καὶ οἱ μὲν Συρακόσιοι εὐθὺς αὐτῶν ἐλθόντων παρεσκευάζοντο ὡς ἐπιθησόμενοι κατ᾽ ἀμφότερα αὖθις τοῖς Ἀθηναίοις καὶ ναυσὶ καὶ πεζῷ · οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ὁρῶντες στρατιάν τε ἄλλην προσγεγενημένην αὐτοῖς καὶ τὰ ἑαυτῶν ἅμα οὐκ ἐπὶ τὸ βέλτιον χωροῦντα , ἀλλὰ καθ’ ἡμέραν τοῖς πᾶσι χαλεπώτερον ἴσχοντα , μάλιστα δὲ τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων πιεζόμενα , μετεμέλοντό τε πρότερον οὐκ ἀναστάντες καὶ ὡς αὐτοῖς οὐδὲ ὁ Νικίας ἔτι ὁμοίως ἐνηντιοῦτο , ἀλλ’ ἢ μὴ φανερῶς γε ἀξιῶν ψηφίζεσθαι , προεῖπον ὡς ἐδύναντο ἀδηλότατα ἔκπλουν ἐκ τοῦ στρατοπέδου πᾶσι , καὶ παρασκευάσασθαι ὅταν τις σημήνῃ .
καὶ μελλόντων αὐτῶν , ἐπειδὴ ἑτοῖμα ἦν , ἀποπλεῖν ἡ σελήνη ἐκλείπει · ἐτύγχανε γὰρ πασσέληνος οὖσα . καὶ οἱ Ἀθηναῖοι οἵ τε πλείους ἐπισχεῖν ἐκέλευον τοὺς στρατηγοὺς ἐνθύμιον ποιούμενοι , καὶ ὁ Νικίας (ἦν γάρ τι καὶ ἄγαν θειασμῷ τε καὶ τῷ τοιούτῳ προσκείμενος ) οὐδ’ ἂν διαβουλεύσασθαι ἔτι ἔφη πρίν , ὡς οἱ μάντεις ἐξηγοῦντο , τρὶς ἐννέα ἡμέρας μεῖναι , ὅπως ἂν πρότερον κινηθείη . καὶ τοῖς μὲν Ἀθηναίοις μελλήσασι διὰ τοῦτο ἡ μονὴ ἐγεγένητο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.