τοσαῦτα εἰπόντων τῶν Πλαταιῶν Ἀρχίδαμος ὑπολαβὼν εἶπεν · ‘δίκαια λέγετε , ὦ ἄνδρες Πλαταιῆς , ἢν ποιῆτε ὁμοῖα τοῖς λόγοις . καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν , αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε , ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ’ Ἀθηναίοις , παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως . ἧς μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις · εἰ δὲ μή , ἅπερ καὶ πρότερον ἤδη προυκαλεσάμεθα , ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν , καὶ ἔστε μηδὲ μεθ’ ἑτέρων , δέχεσθε δὲ ἀμφοτέρους φίλους , ἐπὶ πολέμῳ δὲ μηδετέρους . καὶ τάδε ἡμῖν ἀρκέσει . ’
ὁ μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν · οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα ἐσῆλθον ἐς τὴν πόλιν , καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ ὅτι ἀδύνατα σφίσιν εἴη ποιεῖν ἃ προκαλεῖται ἄνευ Ἀθηναίων (παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρ’ ἐκείνοις εἶεν) , δεδιέναι δὲ καὶ περὶ τῇ πάσῃ πόλει μὴ ἐκείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν , ἢ Θηβαῖοι , ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι , αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν .
ὁ δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη · ‘ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις , καὶ γῆς ὅρους ἀποδείξατε καὶ δένδρα ἀριθμῷ τὰ ὑμέτερα καὶ ἄλλο εἴ τι δυνατὸν ἐς ἀριθμὸν ἐλθεῖν · αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε , ἕως ἂν ὁ πόλεμος ᾖ · ἐπειδὰν δὲ παρέλθῃ , ἀποδώσομεν ὑμῖν ἃ ἂν παραλάβωμεν . μέχρι δὲ τοῦδε ἕξομεν παρακαταθήκην , ἐργαζόμενοι καὶ φορὰν φέροντες ἣ ἂν ὑμῖν μέλλῃ ἱκανὴ ἔσεσθαι . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.