ἦν δὲ τοῦτο εὐπρεπὲς πρὸς τοὺς πλείους , ἐπεὶ ἕξειν γε τὴν πόλιν οἵπερ καὶ μεθίστασαν ἔμελλον . δῆμος μέντοι ὅμως ἔτι καὶ βουλὴ ἡ ἀπὸ τοῦ κυάμου ξυνελέγετο · ἐβούλευον δὲ οὐδὲν ὅτι μὴ τοῖς ξυνεστῶσι δοκοίη , ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν καὶ τὰ ῥηθησόμενα πρότερον αὐτοῖς προύσκεπτο . ἀντέλεγέ
τε οὐδεὶς ἔτι τῶν ἄλλων , δεδιὼς καὶ ὁρῶν πολὺ τὸ ξυνεστηκός · εἰ δέ τις καὶ ἀντείποι , εὐθὺς ἐκ τρόπου τινὸς ἐπιτηδείου ἐτεθνήκει , καὶ τῶν δρασάντων οὔτε ζήτησις οὔτ’ εἰ ὑποπτεύοιντο δικαίωσις ἐγίγνετο , ἀλλ’ ἡσυχίαν εἶχεν ὁ δῆμος καὶ κατάπληξιν τοιαύτην ὥστε κέρδος ὁ μὴ πάσχων τι βίαιον , εἰ καὶ σιγῴη , ἐνόμιζεν . καὶ
τὸ ξυνεστηκὸς πολὺ πλέον ἡγούμενοι εἶναι ἢ ὅσον ἐτύγχανεν ὂν ἡσσῶντο ταῖς γνώμαις , καὶ ἐξευρεῖν αὐτὸ ἀδύνατοι ὄντες διὰ τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὴν ἀλλήλων ἀγνωσίαν οὐκ εἶχον [αὐτοὶ ἐξευρεῖν] . κατὰ
δὲ ταὐτὸ τοῦτο καὶ προσολοφύρασθαί τινι ἀγανακτήσαντα , ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα , ἀδύνατον ἦν · ἢ γὰρ ἀγνῶτα ἂν ηὗρεν ᾧ ἐρεῖ ἢ γνώριμον ἄπιστον . ἀλλήλοις
γὰρ ἅπαντες ὑπόπτως προσῇσαν οἱ τοῦ δήμου , ὡς μετέχοντά τινα τῶν γιγνομένων . ἐνῆσαν γὰρ καὶ οὓς οὐκ ἄν ποτέ τις ᾤετο ἐς ὀλιγαρχίαν τραπέσθαι · καὶ τὸ ἄπιστον οὗτοι μέγιστον πρὸς τοὺς πολλοὺς ἐποίησαν καὶ πλεῖστα ἐς τὴν τῶν ὀλίγων ἀσφάλειαν ὠφέλησαν , βέβαιον τὴν ἀπιστίαν τῷ δήμῳ πρὸς ἑαυτὸν καταστήσαντες .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.