γνόντες δὲ οἱ τῶν Ἀθηναίων στρατηγοὶ ὅτι ἐναντίωμά τι ἐγένετο καὶ τὴν πόλιν βίᾳ οὐχ οἷοί τε ἔσονται λαβεῖν , τὴν Νίσαιαν εὐθὺς περιετείχιζον , νομίζοντες , εἰ πρὶν ἐπιβοηθῆσαί τινας ἐξέλοιεν , θᾶσσον ἂν καὶ τὰ
Μέγαρα προσχωρῆσαι (παρεγένετο δὲ σίδηρός τε ἐκ τῶν Ἀθηνῶν ταχὺ καὶ λιθουργοὶ καὶ τἆλλα ἐπιτήδεια) · ἀρξάμενοι δ’ ἀπὸ τοῦ τείχους ὃ εἶχον καὶ διοικοδομήσαντες τὸ πρὸς Μεγαρέας , ἀπ’ ἐκείνου ἑκατέρωθεν ἐς θάλασσαν τῆς Νισαίας τάφρον τε καὶ τείχη διελομένη ἡ στρατιά , ἔκ τε τοῦ προαστείου λίθοις καὶ πλίνθοις χρώμενοι , καὶ κόπτοντες τὰ δένδρα καὶ ὕλην ἀπεσταύρουν εἴ πῃ δέοιτό τι · καὶ αἱ οἰκίαι τοῦ προαστείου ἐπάλξεις λαμβάνουσαι αὐταὶ ὑπῆρχον ἔρυμα . καὶ
ταύτην μὲν τὴν ἡμέραν ὅλην εἰργάζοντο · τῇ δὲ ὑστεραίᾳ περὶ δείλην τὸ τεῖχος ὅσον οὐκ ἀπετετέλεστο , καὶ οἱ ἐν τῇ Νισαίᾳ δείσαντες , σίτου τε ἀπορίᾳ (ἐφ’ ἡμέραν γὰρ ἐκ τῆς ἄνω πόλεως ἐχρῶντο) καὶ τοὺς Πελοποννησίους οὐ νομίζοντες ταχὺ ἐπιβοηθήσειν , τούς τε Μεγαρέας πολεμίους ἡγούμενοι , ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι ὅπλα παραδόντας , τοῖς δὲ Λακεδαιμονίοις , τῷ τε ἄρχοντι καὶ εἴ τις ἄλλος ἐνῆν , χρῆσθαι Ἀθηναίους ὅτι ἂν βούλωνται . ἐπὶ
τούτοις ὁμολογήσαντες ἐξῆλθον , καὶ οἱ Ἀθηναῖοι τὰ μακρὰ τείχη ἀπορρήξαντες ἀπὸ τῆς τῶν Μεγαρέων πόλεως καὶ τὴν Νίσαιαν παραλαβόντες τἆλλα παρεσκευάζοντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.