κατὰ δὲ τὸν αὐτὸν χρόνον , καθ’ ὃν ταῦτα ἐγίγνετο , καὶ Εὐρυμέδων καὶ Σοφοκλῆς , ἐπειδὴ ἐκ τῆς Πύλου ἀπῆραν ἐς τὴν Σικελίαν ναυσὶν Ἀθηναίων , ἀφικόμενοι ἐς Κέρκυραν ἐστράτευσαν μετὰ τῶν ἐκ τῆς πόλεως ἐπὶ τοὺς ἐν τῷ ὄρει τῆς Ἰστώνης Κερκυραίων καθιδρυμένους , οἳ τότε μετὰ τὴν στάσιν διαβάντες ἐκράτουν τε τῆς γῆς καὶ πολλὰ ἔβλαπτον .
προσβαλόντες δὲ τὸ μὲν τείχισμα εἷλον , οἱ δὲ ἄνδρες καταπεφευγότες ἁθρόοι πρὸς μετέωρόν τι ξυνέβησαν ὥστε τοὺς μὲν ἐπικούρους παραδοῦναι , περὶ δὲ σφῶν τὰ ὅπλα παραδόντων τὸν Ἀθηναίων δῆμον διαγνῶναι .
καὶ αὐτοὺς ἐς τὴν νῆσον οἱ στρατηγοὶ τὴν Πτυχίαν ἐς φυλακὴν διεκόμισαν ὑποσπόνδους , μέχρι οὗ Ἀθήναζε πεμφθῶσιν , ὥστ᾽ , ἐάν τις ἁλῷ ἀποδιδράσκων , ἅπασι λελύσθαι τὰς σπονδάς .
οἱ δὲ τοῦ δήμου προστάται τῶν Κερκυραίων , δεδιότες μὴ οἱ Ἀθηναῖοι τοὺς ἐλθόντας οὐκ ἀποκτείνωσι , μηχανῶνται τοιόνδε τι ·
τῶν ἐν τῇ νήσῳ πείθουσί τινας ὀλίγους , ὑποπέμψαντες φίλους καὶ διδάξαντες ὡς κατ᾽ εὔνοιαν δὴ λέγειν ὅτι κράτιστον αὐτοῖς εἴη ὡς τάχιστα ἀποδρᾶναι , πλοῖον δέ τι αὐτοὶ ἑτοιμάσειν · μέλλειν γὰρ δὴ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων παραδώσειν αὐτοὺς τῷ δήμῳ τῶν Κερκυραίων .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.