ἐν τούτῳ δ’ οἱ Ἀθηναῖοι , μακρᾶς οὔσης τῆς ὁδοῦ αὐτοῖς , καθ’ ἡσυχίαν καθῖσαν τὸ στράτευμα ἐς χωρίον ἐπιτήδειον , καὶ ἐν ᾧ μάχης τε ἄρξειν ἔμελλον ὁπότε βούλοιντο καὶ οἱ ἱππῆς τῶν Συρακοσίων ἥκιστ’ ἂν αὐτοὺς καὶ ἐν τῷ ἔργῳ καὶ πρὸ αὐτοῦ λυπήσειν · τῇ μὲν γὰρ τειχία τε καὶ οἰκίαι εἶργον καὶ δένδρα καὶ λίμνη , παρὰ δὲ τὸ κρημνοί .
καὶ τὰ ἐγγὺς δένδρα κόψαντες καὶ κατενεγκόντες ἐπὶ τὴν θάλασσαν παρά τε τὰς ναῦς σταύρωμα ἔπηξαν καὶ ἐπὶ τῷ Δάσκωνι ἔρυμά τι , ᾗ εὐεφοδώτατον ἦν τοῖς πολεμίοις , λίθοις λογάδην καὶ ξύλοις διὰ ταχέων ὤρθωσαν , καὶ τὴν τοῦ Ἀνάπου γέφυραν ἔλυσαν .
παρασκευαζομένων δὲ ἐκ μὲν τῆς πόλεως οὐδεὶς ἐξιὼν ἐκώλυε , πρῶτοι δὲ οἱ ἱππῆς τῶν Συρακοσίων προσεβοήθησαν , ἔπειτα δὲ ὕστερον καὶ τὸ πεζὸν ἅπαν ξυνελέγη . καὶ προσῆλθον μὲν ἐγγὺς τοῦ στρατεύματος τῶν Ἀθηναίων τὸ πρῶτον , ἔπειτα δὲ ὡς οὐκ ἀντιπροῇσαν αὐτοῖς , ἀναχωρήσαντες καὶ διαβάντες τὴν Ἑλωρίνην ὁδὸν ηὐλίσαντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.