ἅμα δὲ τῇ ἕῳ οἱ Βοιωτοὶ παρῆσαν , διανενοημένοι μὲν καὶ πρὶν Βρασίδαν πέμψαι βοηθεῖν ἐπὶ τὰ Μέγαρα , ὡς οὐκ ἀλλοτρίου ὄντος τοῦ κινδύνου , καὶ ἤδη ὄντες πανστρατιᾷ Πλαταιᾶσιν · ἐπειδὴ δὲ καὶ ἦλθεν ὁ ἄγγελος , πολλῷ μᾶλλον ἐρρώσθησαν , καὶ ἀποστείλαντες διακοσίους καὶ δισχιλίους ὁπλίτας καὶ ἱππέας ἑξακοσίους τοῖς πλέοσιν ἀπῆλθον πάλιν .
παρόντος δὲ ἤδη ξύμπαντος τοῦ στρατεύματος , ὁπλιτῶν οὐκ ἔλασσον ἑξακισχιλίων , καὶ τῶν Ἀθηναίων τῶν μὲν ὁπλιτῶν περί τε τὴν Νίσαιαν ὄντων καὶ τὴν θάλασσαν ἐν τάξει , τῶν δὲ ψιλῶν ἀνὰ τὸ πεδίον ἐσκεδασμένων , οἱ ἱππῆς οἱ τῶν Βοιωτῶν ἀπροσδοκήτοις ἐπιπεσόντες τοῖς ψιλοῖς ἔτρεψαν ἐπὶ τὴν θάλασσαν ( ἐν γὰρ τῷ πρὸ τοῦ οὐδεμία βοήθειά πω τοῖς Μεγαρεῦσιν οὐδαμόθεν ἐπῆλθεν) ·
ἀντεπεξελάσαντες δὲ καὶ οἱ τῶν Ἀθηναίων ἐς χεῖρας ᾖσαν , καὶ ἐγένετο ἱππομαχία ἐπὶ πολύ , ἐν ᾗ ἀξιοῦσιν ἑκάτεροι οὐχ ἥσσους γενέσθαι .
τὸν μὲν γὰρ ἵππαρχον τῶν Βοιωτῶν καὶ ἄλλους τινὰς οὐ πολλοὺς πρὸς αὐτὴν τὴν Νίσαιαν προσελάσαντας οἱ Ἀθηναῖοι [καὶ] ἀποκτείναντες ἐσκύλευσαν , καὶ τῶν τε νεκρῶν τούτων κρατήσαντες ὑποσπόνδους ἀπέδοσαν καὶ τροπαῖον ἔστησαν · οὐ μέντοι ἔν γε τῷ παντὶ ἔργῳ βεβαίως οὐδέτεροι τελευτήσαντες ἀπεκρίθησαν , ἀλλ’ οἱ μὲν Βοιωτοὶ πρὸς τοὺς ἑαυτῶν , οἱ δὲ ἐπὶ τὴν Νίσαιαν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.