ὁ δὲ Δημοσθένης καὶ Εὐρυμέδων , ἐπειδὴ ξυστρατεύειν αὐτοῖς οἱ Θούριοι παρεσκευάσθησαν ἑπτακοσίοις μὲν ὁπλίταις , τριακοσίοις δὲ ἀκοντισταῖς , τὰς μὲν ναῦς παραπλεῖν ἐκέλευον ἐπὶ τῆς Κροτωνιάτιδος , αὐτοὶ δὲ τὸν πεζὸν πάντα ἐξετάσαντες πρῶτον ἐπὶ τῷ Συβάρει ποταμῷ ἦγον διὰ τῆς Θουριάδος γῆς .
καὶ ὡς ἐγένοντο ἐπὶ τῷ Ὑλίᾳ ποταμῷ καὶ αὐτοῖς οἱ Κροτωνιᾶται προσπέμψαντες εἶπον οὐκ ἂν σφίσι βουλομένοις εἶναι διὰ τῆς γῆς σφῶν τὸν στρατὸν ἰέναι , ἐπικαταβάντες ηὐλίσαντο πρὸς τὴν θάλασσαν καὶ τὴν ἐκβολὴν τοῦ Ὑλίου · καὶ αἱ νῆες αὐτοῖς ἐς τὸ αὐτὸ ἀπήντων . τῇ δ’ ὑστεραίᾳ ἀναβιβασάμενοι παρέπλεον , ἴσχοντες πρὸς ταῖς πόλεσι πλὴν Λοκρῶν , ἕως ἀφίκοντο ἐπὶ Πέτραν τῆς Ῥηγίνης .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.