τοιαῦτα μὲν περὶ τοῦ νῦν οἰχομένου στόλου παρὰ τοῦ τὰ ἀκριβέστατα εἰδότος ὡς διενοήθημεν ἀκηκόατε · καὶ ὅσοι ὑπόλοιποι στρατηγοί , ἢν δύνωνται , ὁμοίως αὐτὰ πράξουσιν . ὡς δέ , εἰ μὴ βοηθήσετε οὐ περιέσται τἀκεῖ , μάθετε ἤδη .
Σικελιῶται γὰρ ἀπειρότεροι μέν εἰσιν , ὅμως δ’ ἂν ξυστραφέντες ἁθρόοι καὶ νῦν ἔτι περιγένοιντο · Συρακόσιοι δὲ μόνοι μάχῃ τε ἤδη πανδημεὶ ἡσσημένοι καὶ ναυσὶν ἅμα κατειργόμενοι ἀδύνατοι ἔσονται τῇ νῦν Ἀθηναίων ἐκεῖ παρασκευῇ ἀντισχεῖν .
καὶ εἰ αὕτη ἡ πόλις ληφθήσεται , ἔχεται καὶ ἡ πᾶσα Σικελία , καὶ εὐθὺς καὶ Ἰταλία · καὶ ὃν ἄρτι κίνδυνον ἐκεῖθεν προεῖπον , οὐκ ἂν διὰ μακροῦ ὑμῖν ἐπιπέσοι .
ὥστε μὴ περὶ τῆς Σικελίας τις οἰέσθω μόνον βουλεύειν , ἀλλὰ καὶ περὶ τῆς Πελοποννήσου , εἰ μὴ ποιήσετε τάδε ἐν τάχει , στρατιάν τε ἐπὶ νεῶν πέμψετε τοιαύτην ἐκεῖσε οἵτινες αὐτερέται κομισθέντες καὶ ὁπλιτεύσουσιν εὐθύς , καὶ ὃ τῆς στρατιᾶς ἔτι χρησιμώτερον εἶναι νομίζω , ἄνδρα Σπαρτιάτην ἄρχοντα , ὡς ἂν τούς τε παρόντας ξυντάξῃ καὶ τοὺς μὴ ᾽θέλοντας προσαναγκάσῃ · οὕτω γὰρ οἵ τε ὑπάρχοντες ὑμῖν φίλοι θαρσήσουσι μᾶλλον καὶ οἱ ἐνδοιάζοντες ἀδεέστερον προσίασιν .
καὶ τὰ ἐνθάδε χρὴ ἅμα φανερώτερον ἐκπολεμεῖν , ἵνα Συρακόσιοί τε νομίζοντες ὑμᾶς ἐπιμέλεσθαι μᾶλλον ἀντέχωσι καὶ Ἀθηναῖοι τοῖς ἑαυτῶν ἧσσον ἄλλην ἐπικουρίαν πέμπωσιν .
τειχίζειν τε χρὴ Δεκέλειαν τῆς Ἀττικῆς , ὅπερ Ἀθηναῖοι μάλιστα αἰεὶ φοβοῦνται , καὶ μόνου αὐτοῦ νομίζουσι τῶν ἐν τῷ πολέμῳ οὐ διαπεπειρᾶσθαι . βεβαιότατα δ’ ἄν τις οὕτω τοὺς πολεμίους βλάπτοι , εἰ ἃ μάλιστα δεδιότας αὐτοὺς αἰσθάνοιτο , ταῦτα σαφῶς πυνθανόμενος ἐπιφέροι · εἰκὸς γὰρ αὐτοὺς ἀκριβέστατα ἑκάστους τὰ σφέτερα αὐτῶν δεινὰ ἐπισταμένους φοβεῖσθαι .
ἃ δ’ ἐν τῇ ἐπιτειχίσει αὐτοὶ ὠφελούμενοι τοὺς ἐναντίους κωλύσετε , πολλὰ παρεὶς τὰ μέγιστα κεφαλαιώσω . οἷς τε γὰρ ἡ χώρα κατεσκεύασται , τὰ πολλὰ πρὸς ὑμᾶς τὰ μὲν ληφθέντα , τὰ δ’ αὐτόματα ἥξει · καὶ τὰς τοῦ Λαυρείου τῶν ἀργυρείων μετάλλων προσόδους καὶ ὅσα ἀπὸ γῆς καὶ δικαστηρίων νῦν ὠφελοῦνται εὐθὺς ἀποστερήσονται , μάλιστα δὲ τῆς ἀπὸ τῶν ξυμμάχων προσόδου ἧσσον διαφορουμένης , οἳ τὰ παρ’ ὑμῶν νομίσαντες ἤδη κατὰ κράτος πολεμεῖσθαι ὀλιγωρήσουσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.