ὁ μὲν οὖν Καλλίγειτος καὶ Τιμαγόρας ὑπὲρ τοῦ Φαρναβάζου οὐκ ἐκοινοῦντο τὸν στόλον ἐς τὴν Χίον , οὐδὲ τὰ χρήματα ἐδίδοσαν ἃ ἦλθον ἔχοντες ἐς τὴν ἀποστολὴν πέντε καὶ εἴκοσι τάλαντα , ἀλλ’ ὕστερον ἐφ’ ἑαυτῶν διενοοῦντο ἄλλῳ στόλῳ πλεῖν · ὁ
δὲ Ἆγις ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους ἐς τὴν Χίον πρῶτον ὡρμημένους , οὐδ’ αὐτὸς ἄλλο τι ἐγίγνωσκεν , ἀλλὰ ξυνελθόντες ἐς Κόρινθον οἱ ξύμμαχοι ἐβουλεύοντο , καὶ ἔδοξε πρῶτον ἐς Χίον αὐτοῖς πλεῖν ἄρχοντα ἔχοντας Χαλκιδέα , ὃς ἐν τῇ Λακωνικῇ τὰς πέντε ναῦς παρεσκεύαζεν , ἔπειτα ἐς Λέσβον καὶ Ἀλκαμένη ἄρχοντα , ὅνπερ καὶ Ἆγις διενοεῖτο , τὸ τελευταῖον δὲ ἐς τὸν Ἑλλήσποντον ἀφικέσθαι (προσετέτακτο δὲ ἐς αὐτὸν ἄρχων Κλέαρχος ὁ Ῥαμφίου) , διαφέρειν
δὲ τὸν Ἰσθμὸν τὰς ἡμισείας τῶν νεῶν πρῶτον , καὶ εὐθὺς ταύτας ἀποπλεῖν , ὅπως μὴ οἱ Ἀθηναῖοι πρὸς τὰς ἀφορμωμένας μᾶλλον τὸν νοῦν ἔχωσιν ἢ τὰς ὕστερον ἐπιδιαφερομένας . καὶ
γὰρ τὸν πλοῦν ταύτῃ ἐκ τοῦ προφανοῦς ἐποιοῦντο , καταφρονήσαντες τῶν Ἀθηναίων ἀδυνασίαν , ὅτι ναυτικὸν οὐδὲν αὐτῶν πολύ πω ἐφαίνετο . ὡς δὲ ἔδοξεν αὐτοῖς , καὶ διεκόμισαν εὐθὺς μίαν καὶ εἴκοσι ναῦς .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.