ἥ τε τῶν ἐπιτηδείων παρακομιδὴ ἐκ τῆς Εὐβοίας , πρότερον ἐκ τοῦ Ὠρωποῦ κατὰ γῆν διὰ τῆς Δεκελείας θάσσων οὖσα , περὶ Σούνιον κατὰ θάλασσαν πολυτελὴς ἐγίγνετο · τῶν τε πάντων ὁμοίως ἐπακτῶν ἐδεῖτο ἡ πόλις , καὶ ἀντὶ τοῦ πόλις εἶναι φρούριον κατέστη . πρὸς
γὰρ τῇ ἐπάλξει τὴν μὲν ἡμέραν κατὰ διαδοχὴν οἱ Ἀθηναῖοι φυλάσσοντες , τὴν δὲ νύκτα καὶ ξύμπαντες πλὴν τῶν ἱππέων , οἱ μὲν ἐφ’ ὅπλοις † ποιούμενοι † , οἱ δ’ ἐπὶ τοῦ τείχους , καὶ θέρους καὶ χειμῶνος ἐταλαιπωροῦντο . μάλιστα
δ’ αὐτοὺς ἐπίεζεν ὅτι δύο πολέμους ἅμα εἶχον , καὶ ἐς φιλονικίαν καθέστασαν τοιαύτην ἣν πρὶν γενέσθαι ἠπίστησεν ἄν τις ἀκούσας . τὸ γὰρ αὐτοὺς πολιορκουμένους ἐπιτειχισμῷ ὑπὸ Πελοποννησίων μηδ’ ὣς ἀποστῆναι ἐκ Σικελίας , ἀλλ’ ἐκεῖ Συρακούσας τῷ αὐτῷ τρόπῳ ἀντιπολιορκεῖν , πόλιν οὐδὲν ἐλάσσω αὐτήν γε καθ’ αὑτὴν τῆς τῶν Ἀθηναίων , καὶ τὸν παράλογον τοσοῦτον ποιῆσαι τοῖς Ἕλλησι τῆς δυνάμεως καὶ τόλμης , ὅσον κατ᾽ ἀρχὰς τοῦ πολέμου οἱ μὲν ἐνιαυτόν , οἱ δὲ δύο , οἱ δὲ τριῶν γε ἐτῶν οὐδεὶς πλείω χρόνον ἐνόμιζον περιοίσειν αὐτούς , εἰ οἱ Πελοποννήσιοι ἐσβάλοιεν ἐς τὴν χώραν , ὥστε ἔτει ἑπτακαιδεκάτῳ μετὰ τὴν πρώτην ἐσβολὴν ἦλθον ἐς Σικελίαν ἤδη τῷ πολέμῳ κατὰ πάντα τετρυχωμένοι , καὶ πόλεμον οὐδὲν ἐλάσσω προσανείλοντο τοῦ πρότερον ὑπάρχοντος ἐκ Πελοποννήσου . δι’
ἃ καὶ τότε ὑπό τε τῆς Δεκελείας πολλὰ βλαπτούσης καὶ τῶν ἄλλων ἀναλωμάτων μεγάλων προσπιπτόντων ἀδύνατοι ἐγένοντο τοῖς χρήμασιν . καὶ τὴν εἰκοστὴν ὑπὸ τοῦτον τὸν χρόνον τῶν κατὰ θάλασσαν ἀντὶ τοῦ φόρου τοῖς ὑπηκόοις ἐποίησαν , πλείω νομίζοντες ἂν σφίσι χρήματα οὕτω προσιέναι . αἱ μὲν γὰρ δαπάναι οὐχ ὁμοίως καὶ πρίν , ἀλλὰ πολλῷ μείζους καθέστασαν , ὅσῳ καὶ μείζων ὁ πόλεμος ἦν · αἱ δὲ πρόσοδοι ἀπώλλυντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.