‘καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν ἔς με γεγένηται (αἰσθάνομαι γὰρ τὰς αἰτίας ) καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον , ὅπως ὑπομνήσω καὶ μέμψωμαι εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε .
ἐγὼ γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν , ἁθρόαν δὲ σφαλλομένην .
καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθ’ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται , κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται .
ὁπότε οὖν πόλις μὲν τὰς ἰδίας ξυμφορὰς οἵα τε φέρειν , εἷς δ’ ἕκαστος τὰς ἐκείνης ἀδύνατος , πῶς οὐ χρὴ πάντας ἀμύνειν αὐτῇ , καὶ μὴ ὃ νῦν ὑμεῖς δρᾶτε · ταῖς κατ’ οἶκον κακοπραγίαις ἐκπεπληγμένοι τοῦ κοινοῦ τῆς σωτηρίας ἀφίεσθε , καὶ ἐμέ τε τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐτοὺς οἳ ξυνέγνωτε δι’ αἰτίας ἔχετε .
καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα , φιλόπολίς τε καὶ χρημάτων κρείσσων .
ὅ τε γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη · ὅ τε ἔχων ἀμφότερα , τῇ δὲ πόλει δύσνους , οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι · προσόντος δὲ καὶ τοῦδε , χρήμασι δὲ νικωμένου , τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο .
ὥστ’ εἴ μοι καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προσεῖναι αὐτὰ πολεμεῖν ἐπείσθητε , οὐκ ἂν εἰκότως νῦν τοῦ γε ἀδικεῖν αἰτίαν φεροίμην .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.