τοῦ δ’ αὐτοῦ θέρους Τισσαφέρνης , κατὰ τὸν καιρὸν τοῦτον ἐν ᾧ μάλιστα διά τε τἆλλα καὶ διὰ τὴν Ἀλκιβιάδου κάθοδον ἤχθοντο αὐτῷ οἱ Πελοποννήσιοι ὡς φανερῶς ἤδη ἀττικίζοντι , βουλόμενος , ὡς ἐδόκει δή , ἀπολύεσθαι πρὸς αὐτοὺς τὰς διαβολάς , παρεσκευάζετο πορεύεσθαι ἐπὶ τὰς Φοινίσσας ναῦς ἐς Ἄσπενδον , καὶ τὸν Λίχαν ξυμπορεύεσθαι ἐκέλευεν · τῇ δὲ στρατιᾷ προστάξειν ἔφη Τάμων ἑαυτοῦ ὕπαρχον , ὥστε τροφὴν ἐν ὅσῳ ἂν αὐτὸς ἀπῇ διδόναι .
λέγεται δὲ οὐ κατὰ ταὐτό , οὐδὲ ῥᾴδιον εἰδέναι τίνι γνώμῃ παρῆλθεν ἐς τὴν Ἄσπενδον καὶ παρελθὼν οὐκ ἤγαγε τὰς ναῦς .
ὅτι μὲν γὰρ αἱ Φοίνισσαι νῆες ἑπτὰ καὶ τεσσαράκοντα καὶ ἑκατὸν μέχρι Ἀσπένδου ἀφίκοντο σαφές ἐστι , διότι δὲ οὐκ ἦλθον πολλαχῇ εἰκάζεται . οἱ μὲν γὰρ ἵνα διατρίβῃ ἀπελθών , ὥσπερ καὶ διενοήθη , τὰ τῶν Πελοποννησίων (τροφὴν γοῦν οὐδὲν βέλτιον , ἀλλὰ καὶ χεῖρον ὁ Τάμως , ᾧ προσετάχθη , παρεῖχεν) , οἱ δὲ ἵνα τοὺς Φοίνικας προαγαγὼν ἐς τὴν Ἄσπενδον ἐκχρηματίσαιτο ἀφείς ( καὶ γὰρ ὣς αὐτοῖς οὐδὲν ἔμελλε χρήσεσθαι) , ἄλλοι δ’ ὡς καταβοῆς ἕνεκα τῆς ἐς Λακεδαίμονα , τοῦ λέγεσθαι ὡς οὐκ ἀδικεῖ , ἀλλὰ καὶ σαφῶς οἴχεται ἐπὶ τὰς ναῦς ἀληθῶς πεπληρωμένας .
ἐμοὶ μέντοι δοκεῖ σαφέστατον εἶναι διατριβῆς ἕνεκα καὶ ἀνοκωχῆς τῶν Ἑλληνικῶν τὸ ναυτικὸν οὐκ ἀγαγεῖν , φθορᾶς μέν , ἐν ὅσῳ παρῄει ἐκεῖσε καὶ διέμελλεν , ἀνισώσεως δέ , ὅπως μηδετέροις προσθέμενος ἰσχυροτέρους ποιήσῃ , ἐπεί , εἴ γε ἐβουλήθη , διαπολεμῆσαι 〈ἂν 〉 ἐπιφανεὶς δήπου οὐκ ἐνδοιαστῶς · κομίσας γὰρ ἂν Λακεδαιμονίοις τὴν νίκην κατὰ τὸ εἰκὸς ἔδωκεν , οἵ γε καὶ ἐν τῷ παρόντι ἀντιπάλως μᾶλλον ἢ ὑποδεεστέρως τῷ ναυτικῷ ἀνθώρμουν .
καταφωρᾷ δὲ μάλιστα καὶ ἣν εἶπε πρόφασιν οὐ κομίσας τὰς ναῦς . ἔφη γὰρ αὐτὰς ἐλάσσους ἢ ὅσας βασιλεὺς ἔταξε ξυλλεγῆναι · ὁ δὲ χάριν ἂν δήπου ἐν τούτῳ μείζω ἔτι ἔσχεν , οὔτ᾽ ἀναλώσας πολλὰ τῶν βασιλέως τά τε αὐτὰ ἀπ’ ἐλασσόνων πράξας .
ἐς δ’ οὖν τὴν Ἄσπενδον ᾑτινιδὴ γνώμῃ ὁ Τισσαφέρνης ἀφικνεῖται καὶ τοῖς Φοίνιξι ξυγγίγνεται · καὶ οἱ Πελοποννήσιοι ἔπεμψαν ὡς ἐπὶ τὰς ναῦς κελεύσαντος αὐτοῦ Φίλιππον ἄνδρα Λακεδαιμόνιον δύο τριήρεσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.