‘καττάδε ἔδοξε τοῖς Λακεδαιμονίοις καὶ Ἀργείοις σπονδὰς καὶ ξυμμαχίαν ἦμεν πεντήκοντα ἔτη , ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις δίκας διδόντας καττὰ πάτρια · ταὶ δὲ ἄλλαι πόλιες ταὶ ἐν Πελοποννάσῳ κοινανεόντων τᾶν σπονδᾶν καὶ τᾶς ξυμμαχίας αὐτόνομοι καὶ αὐτοπόλιες , τὰν αὐτῶν ἔχοντες , καττὰ πάτρια δίκας διδόντες τὰς ἴσας καὶ ὁμοίας .
ὅσσοι δὲ ἔξω Πελοποννάσω Λακεδαιμονίοις ξύμμαχοί ἐντι , ἐν τοῖς αὐτοῖς ἐσσίονται τοῖσπερ καὶ τοὶ Λακεδαιμόνιοι · καὶ τοὶ τῶν Ἀργείων ξύμμαχοι ἐν τῷ αὐτῷ ἐσσίονται τῷπερ καὶ τοὶ Ἀργεῖοι , τὰν αὐτῶν ἔχοντες .
αἰ δέ ποι στρατείας δέῃ κοινᾶς , βουλεύεσθαι Λακεδαιμονίως καὶ Ἀργείως ὅπᾳ κα δικαιότατα κρίναντας τοῖς ξυμμάχοις .
αἰ δέ τινι τᾶν πολίων ᾖ ἀμφίλλογα , ἢ τᾶν ἐντὸς ἢ τᾶν ἐκτὸς Πελοποννάσω , αἴτε περὶ ὅρων αἴτε περὶ ἄλλω τινός , διακριθῆμεν . αἰ δέ τις τῶν ξυμμάχων πόλις πόλι ἐρίζοι , ἐς πόλιν ἐλθῆν ἅντινα ἴσαν ἀμφοῖν ταῖς πολίεσσι δοκείοι . τὼς δὲ ἔτας καττὰ πάτρια δικάζεσθαι . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.