προσπλεόντων οὖν ἔτι τῶν Ἀθηναίων οἱ Αἰγινῆται τὸ μὲν ἐπὶ τῇ θαλάσσῃ ὃ ἔτυχον οἰκοδομοῦντες τεῖχος ἐκλείπουσιν , ἐς δὲ τὴν ἄνω πόλιν , ἐν ᾗ ᾤκουν , ἀπεχώρησαν , ἀπέχουσαν σταδίους μάλιστα δέκα τῆς θαλάσσης .
καὶ αὐτοῖς τῶν Λακεδαιμονίων φρουρὰ μία τῶν περὶ τὴν χώραν , ἥπερ καὶ ξυνετείχιζε , ξυνεσελθεῖν μὲν ἐς τὸ τεῖχος οὐκ ἠθέλησαν δεομένων τῶν Αἰγινητῶν , ἀλλ’ αὐτοῖς κίνδυνος ἐφαίνετο ἐς τὸ τεῖχος κατακλῄεσθαι · ἀναχωρήσαντες δὲ ἐπὶ τὰ μετέωρα , ὡς οὐκ ἐνόμιζον ἀξιόμαχοι εἶναι , ἡσύχαζον .
ἐν τούτῳ δὲ οἱ Ἀθηναῖοι κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι τὴν Θυρέαν . καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξεπόρθησαν , τούς τε Αἰγινήτας , ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν , ἄγοντες ἀφίκοντο ἐς τὰς Ἀθήνας καὶ τὸν ἄρχοντα ὃς παρ’ αὐτοῖς ἦν τῶν Λακεδαιμονίων , Τάνταλον τὸν Πατροκλέους · ἐζωγρήθη γὰρ τετρωμένος .
ἦγον δέ τινας καὶ ἐκ τῶν Κυθήρων ἄνδρας ὀλίγους , οὓς ἐδόκει ἀσφαλείας ἕνεκα μεταστῆσαι . καὶ τούτους μὲν οἱ Ἀθηναῖοι ἐβουλεύσαντο καταθέσθαι ἐς τὰς νήσους , καὶ τοὺς ἄλλους Κυθηρίους οἰκοῦντας τὴν ἑαυτῶν φόρον τέσσαρα τάλαντα φέρειν , Αἰγινήτας δὲ ἀποκτεῖναι πάντας ὅσοι ἑάλωσαν διὰ τὴν προτέραν αἰεί ποτε ἔχθραν , Τάνταλον δὲ παρὰ τοὺς ἄλλους τοὺς ἐν τῇ νήσῳ Λακεδαιμονίους καταδῆσαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.