οἱ δ’ ἀκούσαντες ἐσῆλθον αὖθις ἐς τὴν πόλιν , καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν ὅτι βούλονται ἃ προκαλεῖται Ἀθηναίοις κοινῶσαι πρῶτον , καὶ ἢν πείθωσιν αὐτούς , ποιεῖν ταῦτα · μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον καὶ τὴν γῆν μὴ δῃοῦν . ὁ δὲ ἡμέρας τε ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι , καὶ τὴν γῆν οὐκ ἔτεμνεν . ἐλθόντες
δὲ οἱ [Πλαταιῆς ] πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετ’ αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε · ‘οὔτ’
ἐν τῷ πρὸ τοῦ χρόνῳ , ὦ ἄνδρες Πλαταιῆς , ἀφ’ οὗ ξύμμαχοι ἐγενόμεθα , Ἀθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους οὔτε νῦν περιόψεσθαι , βοηθήσειν δὲ κατὰ δύναμιν . ἐπισκήπτουσί τε ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν νεωτερίζειν περὶ τὴν ξυμμαχίαν . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.