δῆλόν τε ἐποιήσατε οὐδὲ τότε τῶν Ἑλλήνων ἕνεκα μόνοι οὐ μηδίσαντες , ἀλλ’ ὅτι οὐδ᾽ Ἀθηναῖοι , ὑμεῖς δὲ τοῖς μὲν ταὐτὰ βουλόμενοι ποιεῖν , τοῖς δὲ τἀναντία . καὶ
νῦν ἀξιοῦτε , ἀφ’ ὧν δι’ ἑτέρους ἐγένεσθε ἀγαθοί , ἀπὸ τούτων ὠφελεῖσθαι . ἀλλ’ οὐκ εἰκός · ὥσπερ δὲ Ἀθηναίους εἵλεσθε , τούτοις ξυναγωνίζεσθε , καὶ μὴ προφέρετε τὴν τότε γενομένην ξυνωμοσίαν ὡς χρὴ ἀπ’ αὐτῆς νῦν σῴζεσθαι . ἀπελίπετε
γὰρ αὐτὴν καὶ παραβάντες ξυγκατεδουλοῦσθε μᾶλλον Αἰγινήτας καὶ ἄλλους τινὰς τῶν ξυνομοσάντων ἢ διεκωλύετε , καὶ ταῦτα οὔτε ἄκοντες ἔχοντές τε τοὺς νόμους οὕσπερ μέχρι τοῦ δεῦρο καὶ οὐδενὸς ὑμᾶς βιασαμένου ὥσπερ ἡμᾶς . τὴν τελευταίαν τε πρὶν περιτειχίζεσθαι πρόκλησιν ἐς ἡσυχίαν ἡμῶν , ὥστε μηδετέροις ἀμύνειν , οὐκ ἐδέχεσθε . τίνες
ἂν οὖν ὑμῶν δικαιότερον πᾶσι τοῖς Ἕλλησι μισοῖντο , οἵτινες ἐπὶ τῷ ἐκείνων κακῷ ἀνδραγαθίαν προύθεσθε ; καὶ ἃ μέν ποτε χρηστοὶ ἐγένεσθε , ὡς φατέ , οὐ προσήκοντα νῦν ἐπεδείξατε , ἃ δὲ ἡ φύσις αἰεὶ ἐβούλετο , ἐξηλέγχθη ἐς τὸ ἀληθές · μετὰ γὰρ Ἀθηναίων ἄδικον ὁδὸν ἰόντων ἐχωρήσατε . ‘τὰ
μὲν οὖν ἐς τὸν ἡμέτερόν τε ἀκούσιον μηδισμὸν καὶ τὸν ὑμέτερον ἑκούσιον ἀττικισμὸν τοιαῦτα ἀποφαίνομεν ·
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.