οἱ δὲ Ἀθηναῖοι , ὡς καὶ τοῦ θεοῦ ἄγος κρίναντος , ἀντεπέταξαν τοῖς Λακεδαιμονίοις ἐλαύνειν αὐτό .
τοῦ δὲ μηδισμοῦ τοῦ Παυσανίου οἱ Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παρὰ τοὺς Ἀθηναίους ξυνεπῃτιῶντο καὶ τὸν Θεμιστοκλέα , ὡς ηὕρισκον ἐκ τῶν περὶ Παυσανίαν ἐλέγχων , ἠξίουν τε τοῖς αὐτοῖς κολάζεσθαι αὐτόν .
οἱ δὲ πεισθέντες (ἔτυχε γὰρ ὠστρακισμένος καὶ ἔχων δίαιταν μὲν ἐν Ἄργει , ἐπιφοιτῶν δὲ καὶ ἐς τὴν ἄλλην Πελοπόννησον ) πέμπουσι μετὰ τῶν Λακεδαιμονίων ἑτοίμων ὄντων ξυνδιώκειν ἄνδρας οἷς εἴρητο ἄγειν ὅπου ἂν περιτύχωσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.