οἱ μὲν οὖν Πελοποννήσιοι τῆς νυκτὸς εὐθὺς κατὰ τάχος ἐκομίζοντο ἐπ’ οἴκου παρὰ τὴν γῆν · καὶ ὑπερενεγκόντες τὸν Λευκαδίων ἰσθμὸν τὰς ναῦς , ὅπως μὴ περιπλέοντες ὀφθῶσιν , ἀποκομίζονται . Κερκυραῖοι
δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας , λαβόντες τούς τε Μεσσηνίους ἐς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας , καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες ἃς ἐπλήρωσαν ἐς τὸν Ὑλλαϊκὸν λιμένα , ἐν ὅσῳ περιεκομίζοντο , τῶν ἐχθρῶν εἴ τινα λάβοιεν , ἀπέκτεινον · καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν ἐσβῆναι ἐκβιβάζοντες ἀπεχρῶντο , ἐς τὸ Ἥραιόν τε ἐλθόντες τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν πάντων θάνατον . οἱ
δὲ πολλοὶ τῶν ἱκετῶν , ὅσοι οὐκ ἐπείσθησαν , ὡς ἑώρων τὰ γιγνόμενα , διέφθειρον αὐτοῦ ἐν τῷ ἱερῷ ἀλλήλους , καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο , οἱ δ’ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο . ἡμέρας
τε ἑπτά , ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε , Κερκυραῖοι σφῶν αὐτῶν τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον , τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν , ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα , καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων · πᾶσά
τε ἰδέα κατέστη θανάτου , καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι , οὐδὲν ὅτι οὐ ξυνέβη καὶ ἔτι περαιτέρω . καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο , οἱ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.