‘καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι , ὦ Λακεδαιμόνιοι , καὶ ὑμῶν τοὺς ἐν τῇ αὐτῇ ἡλικίᾳ ὁρῶ , ὥστε μήτε ἀπειρίᾳ ἐπιθυμῆσαί τινα τοῦ ἔργου , ὅπερ ἂν οἱ πολλοὶ πάθοιεν , μήτε ἀγαθὸν καὶ ἀσφαλὲς νομίσαντα .
εὕροιτε δ’ ἂν τόνδε περὶ οὗ νῦν βουλεύεσθε οὐκ ἂν ἐλάχιστον γενόμενον , εἰ σωφρόνως τις αὐτὸν ἐκλογίζοιτο .
πρὸς μὲν γὰρ Πελοποννησίους καὶ τοὺς ἀστυγείτονας παρόμοιος ἡμῶν ἡ ἀλκή , καὶ διὰ ταχέων οἷόν τε ἐφ’ ἕκαστα ἐλθεῖν · πρὸς δὲ ἄνδρας οἳ γῆν τε ἑκὰς ἔχουσι καὶ προσέτι θαλάσσης ἐμπειρότατοί εἰσι καὶ τοῖς ἄλλοις ἅπασιν ἄριστα ἐξήρτυνται , πλούτῳ τε ἰδίῳ καὶ δημοσίῳ καὶ ναυσὶ καὶ ἵπποις καὶ ὅπλοις καὶ ὄχλῳ ὅσος οὐκ ἐν ἄλλῳ ἑνί γε χωρίῳ Ἑλληνικῷ ἐστίν , ἔτι δὲ καὶ ξυμμάχους πολλοὺς φόρου ὑποτελεῖς ἔχουσι , πῶς χρὴ πρὸς τούτους ῥᾳδίως πόλεμον ἄρασθαι καὶ τίνι πιστεύσαντας ἀπαρασκεύους ἐπειχθῆναι ;
πότερον ταῖς ναυσίν ; ἀλλ’ ἥσσους ἐσμέν · εἰ δὲ μελετήσομεν καὶ ἀντιπαρασκευασόμεθα , χρόνος ἐνέσται . ἀλλὰ τοῖς χρήμασιν ; ἀλλὰ πολλῷ πλέον ἔτι τούτου ἐλλείπομεν καὶ οὔτε ἐν κοινῷ ἔχομεν οὔτε ἑτοίμως ἐκ τῶν ἰδίων φέρομεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.