ἐν τούτῳ δ’ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι , ὡς ἥ τε ἡμέρα ἐγένετο καὶ ἔγνωσαν τοὺς Ἀθηναίους ἀπεληλυθότας , ἐν αἰτίᾳ τε οἱ πολλοὶ τὸν Γύλιππον εἶχον ἑκόντα ἀφεῖναι τοὺς Ἀθηναίους , καὶ κατὰ τάχος διώκοντες , ᾗ οὐ χαλεπῶς ᾐσθάνοντο κεχωρηκότας , καταλαμβάνουσι περὶ ἀρίστου ὥραν .
καὶ ὡς προσέμειξαν τοῖς μετὰ τοῦ Δημοσθένους ὑστέροις τ’ οὖσι καὶ σχολαίτερον καὶ ἀτακτότερον χωροῦσιν , ὡς τῆς νυκτὸς τότε ξυνεταράχθησαν , εὐθὺς προσπεσόντες ἐμάχοντο , καὶ οἱ ἱππῆς τῶν Συρακοσίων ἐκυκλοῦντό τε ῥᾷον αὐτοὺς δίχα δὴ ὄντας καὶ ξυνῆγον ἐς ταὐτό .
τὸ δὲ Νικίου στράτευμα ἀπεῖχεν ἐν τῷ πρόσθεν καὶ πεντήκοντα σταδίους · θᾶσσόν τε γὰρ ὁ Νικίας ἦγε , νομίζων οὐ τὸ ὑπομένειν ἐν τῷ τοιούτῳ ἑκόντας εἶναι καὶ μάχεσθαι σωτηρίαν , ἀλλὰ τὸ ὡς τάχιστα ὑποχωρεῖν , τοσαῦτα μαχομένους ὅσα ἀναγκάζονται .
ὁ δὲ Δημοσθένης ἐτύγχανέ τε τὰ πλείω ἐν πόνῳ ξυνεχεστέρῳ ὢν διὰ τὸ ὑστέρῳ ἀναχωροῦντι αὐτῷ πρώτῳ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ τότε γνοὺς τοὺς Συρακοσίους διώκοντας οὐ προυχώρει μᾶλλον ἢ ἐς μάχην ξυνετάσσετο , ἕως ἐνδιατρίβων κυκλοῦταί τε ὑπ’ αὐτῶν καὶ ἐν πολλῷ θορύβῳ αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ Ἀθηναῖοι ἦσαν · ἀνειληθέντες γὰρ ἔς τι χωρίον ᾧ κύκλῳ μὲν τειχίον περιῆν , ὁδὸς δὲ ἔνθεν [τε] καὶ ἔνθεν , ἐλάας δὲ οὐκ ὀλίγας εἶχεν , ἐβάλλοντο περισταδόν .
τοιαύταις δὲ προσβολαῖς καὶ οὐ ξυσταδὸν μάχαις οἱ Συρακόσιοι εἰκότως ἐχρῶντο · τὸ γὰρ ἀποκινδυνεύειν πρὸς ἀνθρώπους ἀπονενοημένους οὐ πρὸς ἐκείνων μᾶλλον ἦν ἔτι ἢ πρὸς τῶν Ἀθηναίων , καὶ ἅμα φειδώ τέ τις ἐγίγνετο ἐπ’ εὐπραγίᾳ ἤδη σαφεῖ μὴ προαναλωθῆναί τῳ , καὶ ἐνόμιζον καὶ ὣς ταύτῃ τῇ ἰδέᾳ καταδαμασάμενοι λήψεσθαι αὐτούς .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.