‘φιλοκαλοῦμέν τε γὰρ μετ’ εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας · πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα , καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν , ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον .
ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια , καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι · μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα , ἀλλ’ ἀχρεῖον νομίζομεν , καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα , οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι , ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν .
διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι · ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος , λογισμὸς δὲ ὄκνον φέρει . κράτιστοι δ’ ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων .
καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς · οὐ γὰρ πάσχοντες εὖ , ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους . βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι’ εὐνοίας ᾧ δέδωκε σῴζειν · ὁ δὲ ἀντοφείλων ἀμβλύτερος , εἰδὼς οὐκ ἐς χάριν , ἀλλ’ ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων .
καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.