ἅμα δὲ τῷ ἦρι εὐθὺς τοῦ ἐπιγιγνομένου θέρους οἱ Ἀργεῖοι , ὡς οἵ τε πρέσβεις τῶν Βοιωτῶν οὓς ἔφασαν πέμψειν οὐχ ἧκον τό τε Πάνακτον ᾔσθοντο καθαιρούμενον καὶ ξυμμαχίαν ἰδίαν γεγενημένην τοῖς Βοιωτοῖς πρὸς τοὺς Λακεδαιμονίους , ἔδεισαν μὴ μονωθῶσι καὶ ἐς Λακεδαιμονίους πᾶσα ἡ ξυμμαχία χωρήσῃ ·
τοὺς γὰρ Βοιωτοὺς ᾤοντο πεπεῖσθαι ὑπὸ Λακεδαιμονίων τό τε Πάνακτον καθελεῖν καὶ ἐς τὰς Ἀθηναίων σπονδὰς ἐσιέναι , τούς τε Ἀθηναίους εἰδέναι ταῦτα , ὥστε οὐδὲ πρὸς Ἀθηναίους ἔτι σφίσιν εἶναι ξυμμαχίαν ποιήσασθαι , πρότερον ἐλπίζοντες ἐκ τῶν διαφορῶν , εἰ μὴ μείνειαν αὐτοῖς αἱ πρὸς Λακεδαιμονίους σπονδαί , τοῖς γοῦν Ἀθηναίοις ξύμμαχοι ἔσεσθαι .
ἀποροῦντες οὖν ταῦτα οἱ Ἀργεῖοι , καὶ φοβούμενοι μὴ Λακεδαιμονίοις καὶ Τεγεάταις , Βοιωτοῖς καὶ Ἀθηναίοις ἅμα πολεμῶσι , πρότερον οὐ δεχόμενοι τὰς Λακεδαιμονίων σπονδάς , ἀλλ’ ἐν φρονήματι ὄντες τῆς Πελοποννήσου ἡγήσεσθαι , ἔπεμπον ὡς ἐδύναντο τάχιστα ἐς τὴν Λακεδαίμονα πρέσβεις Εὔστροφον καὶ Αἴσωνα , οἳ ἐδόκουν προσφιλέστατοι αὐτοῖς εἶναι , ἡγούμενοι ἐκ τῶν παρόντων κράτιστα πρὸς Λακεδαιμονίους σπονδὰς ποιησάμενοι , ὅπῃ ἂν ξυγχωρῇ , ἡσυχίαν ἔχειν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.