‘ἡμεῖς δὲ νῦν καὶ ἀδικούμενοι τὸν πόλεμον ἐγείρομεν καὶ ἱκανὰ ἔχοντες ἐγκλήματα , καὶ ὅταν ἀμυνώμεθα Ἀθηναίους , καταθησόμεθα αὐτὸν ἐν καιρῷ .
κατὰ πολλὰ δὲ ἡμᾶς εἰκὸς ἐπικρατῆσαι , πρῶτον μὲν πλήθει προύχοντας καὶ ἐμπειρίᾳ πολεμικῇ , ἔπειτα ὁμοίως πάντας ἐς τὰ παραγγελλόμενα ἰόντας ,
ναυτικόν τε , ᾧ ἰσχύουσιν , ἀπὸ τῆς ὑπαρχούσης τε ἑκάστοις οὐσίας ἐξαρτυσόμεθα καὶ ἀπὸ τῶν ἐν Δελφοῖς καὶ Ὀλυμπίᾳ χρημάτων · δάνεισμα γὰρ ποιησάμενοι ὑπολαβεῖν οἷοί τ’ ἐσμὲν μισθῷ μείζονι τοὺς ξένους αὐτῶν ναυβάτας . ὠνητὴ γὰρ ἡ Ἀθηναίων δύναμις μᾶλλον ἢ οἰκεία · ἡ δὲ ἡμετέρα ἧσσον ἂν τοῦτο πάθοι , τοῖς σώμασι τὸ πλέον ἰσχύουσα ἢ τοῖς χρήμασιν .
μιᾷ τε νίκῃ ναυμαχίας κατὰ τὸ εἰκὸς ἁλίσκονται · εἰ δ’ ἀντίσχοιεν , μελετήσομεν καὶ ἡμεῖς ἐν πλέονι χρόνῳ τὰ ναυτικά , καὶ ὅταν τὴν ἐπιστήμην ἐς τὸ ἴσον καταστήσωμεν , τῇ γε εὐψυχίᾳ δήπου περιεσόμεθα . ὃ γὰρ ἡμεῖς ἔχομεν φύσει ἀγαθόν , ἐκείνοις οὐκ ἂν γένοιτο διδαχῇ · ὃ δ’ ἐκεῖνοι ἐπιστήμῃ προύχουσι , καθαιρετὸν ἡμῖν ἐστὶ μελέτῃ .
χρήματα δὲ ὥστε ἔχειν ἐς αὐτά , οἴσομεν · ἢ δεινὸν ἂν εἴη εἰ οἱ μὲν ἐκείνων ξύμμαχοι ἐπὶ δουλείᾳ τῇ αὑτῶν φέροντες οὐκ ἀπεροῦσιν , ἡμεῖς δ’ ἐπὶ τῷ τιμωρούμενοι τοὺς ἐχθροὺς καὶ αὐτοὶ ἅμα σῴζεσθαι οὐκ ἄρα δαπανήσομεν καὶ ἐπὶ τῷ μὴ ὑπ’ ἐκείνων αὐτὰ ἀφαιρεθέντες αὐτοῖς τούτοις κακῶς πάσχειν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.