μῆνιν
ἄειδε
θεὰ
Πηληϊάδεω
Ἀχιλῆος
1
οὐλομένην
,
ἣ
μυρίʼ
Ἀχαιοῖς
ἄλγεʼ
ἔθηκε
,
πολλὰς
δʼ
ἰφθίμους
ψυχὰς
Ἄϊδι
προΐαψεν
ἡρώων
,
αὐτοὺς
δὲ
ἑλώρια
τεῦχε
κύνεσσιν
οἰωνοῖσί
τε
πᾶσι
,
Διὸς
δʼ
ἐτελείετο
βουλή
,
5
ἐξ
οὗ
δὴ
τὰ
πρῶτα
διαστήτην
ἐρίσαντε
Ἀτρεΐδης
τε
ἄναξ
ἀνδρῶν
καὶ
δῖος
Ἀχιλλεύς
.
τίς
τʼ
ἄρ
σφωε
θεῶν
ἔριδι
ξυνέηκε
μάχεσθαι
;
Λητοῦς
καὶ
Διὸς
υἱός
·
ὃ
γὰρ
βασιλῆϊ
χολωθεὶς
νοῦσον
ἀνὰ
στρατὸν
ὄρσε
κακήν
,
ὀλέκοντο
δὲ
λαοί
,
10
οὕνεκα
τὸν
Χρύσην
ἠτίμασεν
ἀρητῆρα
Ἀτρεΐδης
·
ὃ
γὰρ
ἦλθε
θοὰς
ἐπὶ
νῆας
Ἀχαιῶν
λυσόμενός
τε
θύγατρα
φέρων
τʼ
ἀπερείσιʼ
ἄποινα
,
στέμματʼ
ἔχων
ἐν
χερσὶν
ἑκηβόλου
Ἀπόλλωνος
χρυσέῳ
ἀνὰ
σκήπτρῳ
,
καὶ
λίσσετο
πάντας
Ἀχαιούς
,
15
Ἀτρεΐδα
δὲ
μάλιστα
δύω
,
κοσμήτορε
λαῶν
·
Ἀτρεΐδαι
τε
καὶ
ἄλλοι
ἐϋκνήμιδες
Ἀχαιοί
,
ὑμῖν
μὲν
θεοὶ
δοῖεν
Ὀλύμπια
δώματʼ
ἔχοντες
ἐκπέρσαι
Πριάμοιο
πόλιν
,
εὖ
δʼ
οἴκαδʼ
ἱκέσθαι
·
παῖδα
δʼ
ἐμοὶ
λύσαιτε
φίλην
,
τὰ
δʼ
ἄποινα
δέχεσθαι
,
20
ἁζόμενοι
Διὸς
υἱὸν
ἑκηβόλον
Ἀπόλλωνα
.
ἔνθʼ
ἄλλοι
μὲν
πάντες
ἐπευφήμησαν
Ἀχαιοὶ
αἰδεῖσθαί
θʼ
ἱερῆα
καὶ
ἀγλαὰ
δέχθαι
ἄποινα
·
ἀλλʼ
οὐκ
Ἀτρεΐδῃ
Ἀγαμέμνονι
ἥνδανε
θυμῷ
,
ἀλλὰ
κακῶς
ἀφίει
,
κρατερὸν
δʼ
ἐπὶ
μῦθον
ἔτελλε
·
25
μή
σε
γέρον
κοίλῃσιν
ἐγὼ
παρὰ
νηυσὶ
κιχείω
ἢ
νῦν
δηθύνοντʼ
ἢ
ὕστερον
αὖτις
ἰόντα
,
μή
νύ
τοι
οὐ
χραίσμῃ
σκῆπτρον
καὶ
στέμμα
θεοῖο
·
τὴν
δʼ
ἐγὼ
οὐ
λύσω
·
πρίν
μιν
καὶ
γῆρας
ἔπεισιν
ἡμετέρῳ
ἐνὶ
οἴκῳ
ἐν
Ἄργεϊ
τηλόθι
πάτρης
30
ἱστὸν
ἐποιχομένην
καὶ
ἐμὸν
λέχος
ἀντιόωσαν
·
ἀλλʼ
ἴθι
μή
μʼ
ἐρέθιζε
σαώτερος
ὥς
κε
νέηαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.