ἦ
καὶ
Πατρόκλῳ
ὅ
γʼ
ἐπʼ
ὀφρύσι
νεῦσε
σιωπῇ
620
Φοίνικι
στορέσαι
πυκινὸν
λέχος
,
ὄφρα
τάχιστα
ἐκ
κλισίης
νόστοιο
μεδοίατο
·
τοῖσι
δʼ
ἄρʼ
Αἴας
ἀντίθεος
Τελαμωνιάδης
μετὰ
μῦθον
ἔειπε
·
διογενὲς
Λαερτιάδη
πολυμήχανʼ
Ὀδυσσεῦ
ἴομεν
·
οὐ
γάρ
μοι
δοκέει
μύθοιο
τελευτὴ
625
τῇδέ
γʼ
ὁδῷ
κρανέεσθαι
·
ἀπαγγεῖλαι
δὲ
τάχιστα
χρὴ
μῦθον
Δαναοῖσι
καὶ
οὐκ
ἀγαθόν
περ
ἐόντα
οἵ
που
νῦν
ἕαται
ποτιδέγμενοι
.
αὐτάρ
Ἀχιλλεὺς
ἄγριον
ἐν
στήθεσσι
θέτο
μεγαλήτορα
θυμὸν
σχέτλιος
,
οὐδὲ
μετατρέπεται
φιλότητος
ἑταίρων
630
τῆς
ᾗ
μιν
παρὰ
νηυσὶν
ἐτίομεν
ἔξοχον
ἄλλων
νηλής
·
καὶ
μέν
τίς
τε
κασιγνήτοιο
φονῆος
ποινὴν
ἢ
οὗ
παιδὸς
ἐδέξατο
τεθνηῶτος
·
καί
ῥʼ
ὃ
μὲν
ἐν
δήμῳ
μένει
αὐτοῦ
πόλλʼ
ἀποτίσας
,
τοῦ
δέ
τʼ
ἐρητύεται
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
635
ποινὴν
δεξαμένῳ
·
σοὶ
δʼ
ἄληκτόν
τε
κακόν
τε
θυμὸν
ἐνὶ
στήθεσσι
θεοὶ
θέσαν
εἵνεκα
κούρης
οἴης
·
νῦν
δέ
τοι
ἑπτὰ
παρίσχομεν
ἔξοχʼ
ἀρίστας
,
ἄλλά
τε
πόλλʼ
ἐπὶ
τῇσι
·
σὺ
δʼ
ἵλαον
ἔνθεο
θυμόν
,
αἴδεσσαι
δὲ
μέλαθρον
·
ὑπωρόφιοι
δέ
τοί
εἰμεν
640
πληθύος
ἐκ
Δαναῶν
,
μέμαμεν
δέ
τοι
ἔξοχον
ἄλλων
κήδιστοί
τʼ
ἔμεναι
καὶ
φίλτατοι
ὅσσοι
Ἀχαιοί
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
Αἶαν
διογενὲς
Τελαμώνιε
κοίρανε
λαῶν
πάντά
τί
μοι
κατὰ
θυμὸν
ἐείσαο
μυθήσασθαι
·
645
ἀλλά
μοι
οἰδάνεται
κραδίη
χόλῳ
ὁππότε
κείνων
μνήσομαι
ὥς
μʼ
ἀσύφηλον
ἐν
Ἀργείοισιν
ἔρεξεν
Ἀτρεΐδης
ὡς
εἴ
τινʼ
ἀτίμητον
μετανάστην
.
ἀλλʼ
ὑμεῖς
ἔρχεσθε
καὶ
ἀγγελίην
ἀπόφασθε
·
οὐ
γὰρ
πρὶν
πολέμοιο
μεδήσομαι
αἱματόεντος
650
πρίν
γʼ
υἱὸν
Πριάμοιο
δαΐφρονος
Ἕκτορα
δῖον
Μυρμιδόνων
ἐπί
τε
κλισίας
καὶ
νῆας
ἱκέσθαι
κτείνοντʼ
Ἀργείους
,
κατά
τε
σμῦξαι
πυρὶ
νῆας
.
ἀμφὶ
δέ
τοι
τῇ
ἐμῇ
κλισίῃ
καὶ
νηῒ
μελαίνῃ
Ἕκτορα
καὶ
μεμαῶτα
μάχης
σχήσεσθαι
ὀΐω
.
655
ὣς
ἔφαθʼ
,
οἳ
δὲ
ἕκαστος
ἑλὼν
δέπας
ἀμφικύπελλον
σπείσαντες
παρὰ
νῆας
ἴσαν
πάλιν
·
ἦρχε
δʼ
Ὀδυσσεύς
.
Πάτροκλος
δʼ
ἑτάροισιν
ἰδὲ
δμωῇσι
κέλευσε
Φοίνικι
στορέσαι
πυκινὸν
λέχος
ὅττι
τάχιστα
.
αἳ
δʼ
ἐπιπειθόμεναι
στόρεσαν
λέχος
ὡς
ἐκέλευσε
660
κώεά
τε
ῥῆγός
τε
λίνοιό
τε
λεπτὸν
ἄωτον
.
ἔνθʼ
ὃ
γέρων
κατέλεκτο
καὶ
ἠῶ
δῖαν
ἔμιμνεν
.
αὐτὰρ
Ἀχιλλεὺς
εὗδε
μυχῷ
κλισίης
εὐπήκτου
·
τῷ
δʼ
ἄρα
παρκατέλεκτο
γυνή
,
τὴν
Λεσβόθεν
ἦγε
,
Φόρβαντος
θυγάτηρ
Διομήδη
καλλιπάρῃος
.
665
Πάτροκλος
δʼ
ἑτέρωθεν
ἐλέξατο
·
πὰρ
δʼ
ἄρα
καὶ
τῷ
Ἶφις
ἐΰζωνος
,
τήν
οἱ
πόρε
δῖος
Ἀχιλλεὺς
Σκῦρον
ἑλὼν
αἰπεῖαν
Ἐνυῆος
πτολίεθρον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.