ἡνιόχῳ
μὲν
ἔπειτα
ἑῷ
ἐπέτελλεν
ἕκαστος
ἵππους
εὖ
κατὰ
κόσμον
ἐρυκέμεν
αὖθʼ
ἐπὶ
τάφρῳ
,
αὐτοὶ
δὲ
πρυλέες
σὺν
τεύχεσι
θωρηχθέντες
ῥώοντʼ
·
ἄσβεστος
δὲ
βοὴ
γένετʼ
ἠῶθι
πρό
.
50
φθὰν
δὲ
μέγʼ
ἱππήων
ἐπὶ
τάφρῳ
κοσμηθέντες
,
ἱππῆες
δʼ
ὀλίγον
μετεκίαθον
·
ἐν
δὲ
κυδοιμὸν
ὦρσε
κακὸν
Κρονίδης
,
κατὰ
δʼ
ὑψόθεν
ἧκεν
ἐέρσας
αἵματι
μυδαλέας
ἐξ
αἰθέρος
,
οὕνεκʼ
ἔμελλε
πολλὰς
ἰφθίμους
κεφαλὰς
Ἄϊδι
προϊάψειν
.
55
Τρῶες
δʼ
αὖθʼ
ἑτέρωθεν
ἐπὶ
θρωσμῷ
πεδίοιο
Ἕκτορά
τʼ
ἀμφὶ
μέγαν
καὶ
ἀμύμονα
Πουλυδάμαντα
Αἰνείαν
θʼ
,
ὃς
Τρωσὶ
θεὸς
ὣς
τίετο
δήμῳ
,
τρεῖς
τʼ
Ἀντηνορίδας
Πόλυβον
καὶ
Ἀγήνορα
δῖον
ἠΐθεόν
τʼ
Ἀκάμαντʼ
ἐπιείκελον
ἀθανάτοισιν
.
60
Ἕκτωρ
δʼ
ἐν
πρώτοισι
φέρʼ
ἀσπίδα
πάντοσʼ
ἐΐσην
,
οἷος
δʼ
ἐκ
νεφέων
ἀναφαίνεται
οὔλιος
ἀστὴρ
παμφαίνων
,
τοτὲ
δʼ
αὖτις
ἔδυ
νέφεα
σκιόεντα
,
ὣς
Ἕκτωρ
ὁτὲ
μέν
τε
μετὰ
πρώτοισι
φάνεσκεν
,
ἄλλοτε
δʼ
ἐν
πυμάτοισι
κελεύων
·
πᾶς
δʼ
ἄρα
χαλκῷ
65
λάμφʼ
ὥς
τε
στεροπὴ
πατρὸς
Διὸς
αἰγιόχοιο
.
οἳ
δʼ
,
ὥς
τʼ
ἀμητῆρες
ἐναντίοι
ἀλλήλοισιν
ὄγμον
ἐλαύνωσιν
ἀνδρὸς
μάκαρος
κατʼ
ἄρουραν
πυρῶν
ἢ
κριθῶν
·
τὰ
δὲ
δράγματα
ταρφέα
πίπτει
·
ὣς
Τρῶες
καὶ
Ἀχαιοὶ
ἐπʼ
ἀλλήλοισι
θορόντες
70
δῄουν
,
οὐδʼ
ἕτεροι
μνώοντʼ
ὀλοοῖο
φόβοιο
.
ἴσας
δʼ
ὑσμίνη
κεφαλὰς
ἔχεν
,
οἳ
δὲ
λύκοι
ὣς
θῦνον
·
Ἔρις
δʼ
ἄρʼ
ἔχαιρε
πολύστονος
εἰσορόωσα
·
οἴη
γάρ
ῥα
θεῶν
παρετύγχανε
μαρναμένοισιν
,
οἳ
δʼ
ἄλλοι
οὔ
σφιν
πάρεσαν
θεοί
,
ἀλλὰ
ἕκηλοι
75
σφοῖσιν
ἐνὶ
μεγάροισι
καθήατο
,
ἧχι
ἑκάστῳ
δώματα
καλὰ
τέτυκτο
κατὰ
πτύχας
Οὐλύμποιο
.
πάντες
δʼ
ᾐτιόωντο
κελαινεφέα
Κρονίωνα
οὕνεκʼ
ἄρα
Τρώεσσιν
ἐβούλετο
κῦδος
ὀρέξαι
.
τῶν
μὲν
ἄρʼ
οὐκ
ἀλέγιζε
πατήρ
·
ὃ
δὲ
νόσφι
λιασθεὶς
80
τῶν
ἄλλων
ἀπάνευθε
καθέζετο
κύδεϊ
γαίων
εἰσορόων
Τρώων
τε
πόλιν
καὶ
νῆας
Ἀχαιῶν
χαλκοῦ
τε
στεροπήν
,
ὀλλύντάς
τʼ
ὀλλυμένους
τε
.
ὄφρα
μὲν
ἠὼς
ἦν
καὶ
ἀέξετο
ἱερὸν
ἦμαρ
,
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.