ὄφρʼ
οἳ
τοὺς
ἐνάριζον
ἀπʼ
ἔντεα
μαρμαίροντα
,
195
τόφρʼ
οἳ
Πουλυδάμαντι
καὶ
Ἕκτορι
κοῦροι
ἕποντο
,
οἳ
πλεῖστοι
καὶ
ἄριστοι
ἔσαν
,
μέμασαν
δὲ
μάλιστα
τεῖχός
τε
ῥήξειν
καὶ
ἐνιπρήσειν
πυρὶ
νῆας
,
οἵ
ῥʼ
ἔτι
μερμήριζον
ἐφεσταότες
παρὰ
τάφρῳ
.
ὄρνις
γάρ
σφιν
ἐπῆλθε
περησέμεναι
μεμαῶσιν
200
αἰετὸς
ὑψιπέτης
ἐπʼ
ἀριστερὰ
λαὸν
ἐέργων
φοινήεντα
δράκοντα
φέρων
ὀνύχεσσι
πέλωρον
ζωὸν
ἔτʼ
ἀσπαίροντα
,
καὶ
οὔ
πω
λήθετο
χάρμης
,
κόψε
γὰρ
αὐτὸν
ἔχοντα
κατὰ
στῆθος
παρὰ
δειρὴν
ἰδνωθεὶς
ὀπίσω
·
ὃ
δʼ
ἀπὸ
ἕθεν
ἧκε
χαμᾶζε
205
ἀλγήσας
ὀδύνῃσι
,
μέσῳ
δʼ
ἐνὶ
κάββαλʼ
ὁμίλῳ
,
αὐτὸς
δὲ
κλάγξας
πέτετο
πνοιῇς
ἀνέμοιο
.
Τρῶες
δʼ
ἐρρίγησαν
ὅπως
ἴδον
αἰόλον
ὄφιν
κείμενον
ἐν
μέσσοισι
Διὸς
τέρας
αἰγιόχοιο
.
δὴ
τότε
Πουλυδάμας
θρασὺν
Ἕκτορα
εἶπε
παραστάς
·
210
Ἕκτορ
ἀεὶ
μέν
πώς
μοι
ἐπιπλήσσεις
ἀγορῇσιν
ἐσθλὰ
φραζομένῳ
,
ἐπεὶ
οὐδὲ
μὲν
οὐδὲ
ἔοικε
δῆμον
ἐόντα
παρὲξ
ἀγορευέμεν
,
οὔτʼ
ἐνὶ
βουλῇ
οὔτέ
ποτʼ
ἐν
πολέμῳ
,
σὸν
δὲ
κράτος
αἰὲν
ἀέξειν
·
νῦν
αὖτʼ
ἐξερέω
ὥς
μοι
δοκεῖ
εἶναι
ἄριστα
.
215
μὴ
ἴομεν
Δαναοῖσι
μαχησόμενοι
περὶ
νηῶν
.
ὧδε
γὰρ
ἐκτελέεσθαι
ὀΐομαι
,
εἰ
ἐτεόν
γε
Τρωσὶν
ὅδʼ
ὄρνις
ἦλθε
περησέμεναι
μεμαῶσιν
αἰετὸς
ὑψιπέτης
ἐπʼ
ἀριστερὰ
λαὸν
ἐέργων
φοινήεντα
δράκοντα
φέρων
ὀνύχεσσι
πέλωρον
220
ζωόν
·
ἄφαρ
δʼ
ἀφέηκε
πάρος
φίλα
οἰκίʼ
ἱκέσθαι
,
οὐδʼ
ἐτέλεσσε
φέρων
δόμεναι
τεκέεσσιν
ἑοῖσιν
.
ὣς
ἡμεῖς
,
εἴ
πέρ
τε
πύλας
καὶ
τεῖχος
Ἀχαιῶν
ῥηξόμεθα
σθένεϊ
μεγάλῳ
,
εἴξωσι
δʼ
Ἀχαιοί
,
οὐ
κόσμῳ
παρὰ
ναῦφιν
ἐλευσόμεθʼ
αὐτὰ
κέλευθα
·
225
πολλοὺς
γὰρ
Τρώων
καταλείψομεν
,
οὕς
κεν
Ἀχαιοὶ
χαλκῷ
δῃώσωσιν
ἀμυνόμενοι
περὶ
νηῶν
.
ὧδέ
χʼ
ὑποκρίναιτο
θεοπρόπος
,
ὃς
σάφα
θυμῷ
εἰδείη
τεράων
καί
οἱ
πειθοίατο
λαοί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.