Δαρδανίων
αὖτʼ
ἦρχεν
ἐῢς
πάϊς
Ἀγχίσαο
Αἰνείας
,
τὸν
ὑπʼ
Ἀγχίσῃ
τέκε
δῖʼ
Ἀφροδίτη
820
Ἴδης
ἐν
κνημοῖσι
θεὰ
βροτῷ
εὐνηθεῖσα
,
οὐκ
οἶος
,
ἅμα
τῷ
γε
δύω
Ἀντήνορος
υἷε
Ἀρχέλοχός
τʼ
Ἀκάμας
τε
μάχης
εὖ
εἰδότε
πάσης
.
οἳ
δὲ
Ζέλειαν
ἔναιον
ὑπαὶ
πόδα
νείατον
Ἴδης
ἀφνειοὶ
πίνοντες
ὕδωρ
μέλαν
Αἰσήποιο
825
Τρῶες
,
τῶν
αὖτʼ
ἦρχε
Λυκάονος
ἀγλαὸς
υἱὸς
Πάνδαρος
,
ᾧ
καὶ
τόξον
Ἀπόλλων
αὐτὸς
ἔδωκεν
.
οἳ
δʼ
Ἀδρήστειάν
τʼ
εἶχον
καὶ
δῆμον
Ἀπαισοῦ
καὶ
Πιτύειαν
ἔχον
καὶ
Τηρείης
ὄρος
αἰπύ
,
τῶν
ἦρχʼ
Ἄδρηστός
τε
καὶ
Ἄμφιος
λινοθώρηξ
830
υἷε
δύω
Μέροπος
Περκωσίου
,
ὃς
περὶ
πάντων
ᾔδεε
μαντοσύνας
,
οὐδὲ
οὓς
παῖδας
ἔασκε
στείχειν
ἐς
πόλεμον
φθισήνορα
·
τὼ
δέ
οἱ
οὔ
τι
πειθέσθην
·
κῆρες
γὰρ
ἄγον
μέλανος
θανάτοιο
.
οἳ
δʼ
ἄρα
Περκώτην
καὶ
Πράκτιον
ἀμφενέμοντο
835
καὶ
Σηστὸν
καὶ
Ἄβυδον
ἔχον
καὶ
δῖαν
Ἀρίσβην
,
τῶν
αὖθʼ
Ὑρτακίδης
ἦρχʼ
Ἄσιος
ὄρχαμος
ἀνδρῶν
,
Ἄσιος
Ὑρτακίδης
ὃν
Ἀρίσβηθεν
φέρον
ἵπποι
αἴθωνες
μεγάλοι
ποταμοῦ
ἄπο
Σελλήεντος
.
Ἱππόθοος
δʼ
ἄγε
φῦλα
Πελασγῶν
ἐγχεσιμώρων
840
τῶν
οἳ
Λάρισαν
ἐριβώλακα
ναιετάασκον
·
τῶν
ἦρχʼ
Ἱππόθοός
τε
Πύλαιός
τʼ
ὄζος
Ἄρηος
,
υἷε
δύω
Λήθοιο
Πελασγοῦ
Τευταμίδαο
.
αὐτὰρ
Θρήϊκας
ἦγʼ
Ἀκάμας
καὶ
Πείροος
ἥρως
ὅσσους
Ἑλλήσποντος
ἀγάρροος
ἐντὸς
ἐέργει
.
845
Εὔφημος
δʼ
ἀρχὸς
Κικόνων
ἦν
αἰχμητάων
υἱὸς
Τροιζήνοιο
διοτρεφέος
Κεάδαο
.
αὐτὰρ
Πυραίχμης
ἄγε
Παίονας
ἀγκυλοτόξους
τηλόθεν
ἐξ
Ἀμυδῶνος
ἀπʼ
Ἀξιοῦ
εὐρὺ
ῥέοντος
,
Ἀξιοῦ
οὗ
κάλλιστον
ὕδωρ
ἐπικίδναται
αἶαν
.
850
Παφλαγόνων
δʼ
ἡγεῖτο
Πυλαιμένεος
λάσιον
κῆρ
ἐξ
Ἐνετῶν
,
ὅθεν
ἡμιόνων
γένος
ἀγροτεράων
,
οἵ
ῥα
Κύτωρον
ἔχον
καὶ
Σήσαμον
ἀμφενέμοντο
ἀμφί
τε
Παρθένιον
ποταμὸν
κλυτὰ
δώματʼ
ἔναιον
Κρῶμνάν
τʼ
Αἰγιαλόν
τε
καὶ
ὑψηλοὺς
Ἐρυθίνους
.
855
αὐτὰρ
Ἁλιζώνων
Ὀδίος
καὶ
Ἐπίστροφος
ἦρχον
τηλόθεν
ἐξ
Ἀλύβης
,
ὅθεν
ἀργύρου
ἐστὶ
γενέθλη
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.